οἱ δέ γε περὶ Δηίμαχον τοῖς τρισμυρίοις ἐὰν προσλάβωσι τὸ ἐπὶ τὴν Ταπροβάνην καὶ τοὺς ὅρους τῆς διακεκαυμένης, οὓς οὐκ ἐλάττους τῶν τετρακισχιλίων θετέον, ἐκτοπιοῦσι τά τε Βάκτρα καὶ τὴν Ἀρίαν εἰς τοὺς ἀπέχοντας τόπους τῆς διακεκαυμένης σταδίους τρισμυρίους καὶ τετρακισχιλίους, ὅσους ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ Βορυσθένη φησὶν εἶναι ὁ Ἵππαρχος. ἐκπεσοῦνται ἄρα εἰς τοὺς βορειοτέρους τοῦ Βορυσθένους καὶ τῆς Κελτικῆς σταδίοις ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις, ὅσοις νοτιώτερός ἐστιν ὁ ἰσημερινὸς τοῦ ὁρίζοντος κύκλου τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον, ὅν φαμεν διὰ τῆς Κινναμωμοφόρου μάλιστα γράφεσθαι. ἡμεῖς δέ γε ἐπεδείκνυμεν μέχρι τῆς Ἰέρνης μόλις οἰκήσιμα ὄντα τὰ ὑπὲρ τὴν Κελτικήν, ἅπερ οὐ πλείω τῶν πεντακισχιλίων ἐστίν. οὗτος δʼ ἀποφαίνει ὁ λόγος τῆς Ἰέρνης ἔτι βορειότερον εἶναί τινα κύκλον οἰκήσιμον σταδίοις τρισχιλίοις ὀκτακοσίοις. ἔσται δὲ Βάκτρα καὶ τοῦ στόματος τῆς Κασπίας θαλάττης εἴτε Ὑρκανίας πάμπολύ τι ἀρκτικώτερα, ὅπερ τοῦ μυχοῦ τῆς Κασπίας καὶ τῶν Ἀρμενιακῶν καὶ Μηδικῶν ὀρῶν διέχει περὶ ἑξακισχιλίους σταδίους, καὶ δοκεῖ αὐτῆς τῆς παραλίας μέχρι τῆς Ἰνδικῆς ἀρκτικώτερον εἶναι σημεῖον καὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατόν, ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς. ἔτι τοίνυν ἡ Βακτριανὴ χίλια στάδια ἐπὶ τὴν ἄρκτον ἐκτείνεται· τὰ δὲ τῶν Σκυθῶν ἔθνη πολὺ μείζω ταύτης ἐπέκεινα χώραν νέμεται, καὶ τελευτᾷ πρὸς τὴν βόρειον θάλατταν, νομαδικῶς μὲν ζῶντα δʼ ὅμως. πῶς οὖν, εἴπερ καὶ αὐτὰ τὰ Βάκτρα ἤδη τῆς οἰκουμένης ἐκπίπτει; εἴη ἂν τὸ διάστημα τοῦτο ἀπὸ τοῦ Καυκάσου μέχρι τῆς βορείας θαλάττης τῇ διὰ Βάκτρων ὀλίγῳ πλειόνων ἢ τετρακισχιλίων. ταῦτα δὴ προστεθέντα τῷ ἀπὸ τῆς Ἰέρνης ἐπὶ τὰ βόρεια σταδιασμῷ ποιεῖ τὸ πᾶν διὰ τῆς ἀοικήτου διάστημα ἐπὶ τοῦ διὰ τῆς Ἰέρνης σταδιασμοῦ σταδίων ἑπτακισχιλίων καὶ ὀκτακοσίων·εἰ δὲ ἐάσειέ τις τοὺς τετρακισχιλίους σταδίους, αὐτά γε τὰ πρὸς τῷ Καυκάσῳ μέρη τῆς Βακτριανῆς ἔσται βορειότερα τῆς Ἰέρνης σταδίοις τρισχιλίοις καὶ ὀκτακοσίοις, τῆς δὲ Κελτικῆς καὶ τοῦ Βορυσθένους ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις.φησὶ δὲ ὁ Ἵππαρχος κατὰ τὸν Βορυσθένη καὶ τὴν Κελτικὴν ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραυγάζεσθαι τὸ φῶς τοῦ ἡλίου περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν, ταῖς δὲ χειμεριναῖς τροπαῖς τὸ πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πήχεις ἐννέα, ἐν δὲ τοῖς ἀπέχουσι τῆς Μασσαλίας ἑξακισχιλίοις καὶ τριακοσίοις (οὓς ἐκεῖνος μὲν ἔτι Κελτοὺς ὑπολαμβάνει, ἐγὼ δʼ οἶμαι Βρεττανοὺς εἶναι, βορειοτέρους τῆς Κελτικῆς σταδίοις δισχιλίοις πεντακοσίοις) πολὺ μᾶλλον τοῦτο συμβαίνειν. ἐν δὲ ταῖς χειμεριναῖς ἡμέραις ὁ ἥλιος μετεωρίζεται πήχεις ἕξ, τέτταρας δʼ ἐν τοῖς ἀπέχουσι Μασσαλίας ἐνακισχιλίους σταδίους καὶ ἑκατόν, ἐλάττους δὲ τῶν τριῶν ἐν τοῖς ἐπέκεινα, οἳ κατὰ τὸν ἡμέτερον λόγον πολὺ ἂν εἶεν ἀρκτικώτεροι τῆς Ἰέρνης. οὗτος δὲ Πυθέᾳ πιστεύων κατὰ τὰ ἀρκτικώτερα τῆς Βρεττανικῆς τὴν οἴκησιν ταύτην τίθησι, καί φησιν εἶναι τὴν μακροτάτην ἐνταῦθα ἡμέραν ὡρῶν ἰσημερινῶν δέκα ἐννέα, ὀκτωκαίδεκα δὲ ὅπου τέτταρας ὁ ἥλιος μετεωρίζεται πήχεις· οὕς φησιν ἀπέχειν τῆς Μασσαλίας ἐνακισχιλίους καὶ ἑκατὸν σταδίους, ὥσθʼ οἱ νοτιώτατοι τῶν Βρεττανῶν βορειότεροι τούτων εἰσίν. ἤτοι οὖν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου εἰσὶ τοῖς πρὸς τῷ Καυκάσῳ Βακτρίοις ἢ ἐπί τινος πλησιάζοντος· εἴρηται γὰρ ὅτι κατὰ τοὺς περὶ Δηίμαχον συμβήσεται βορειοτέρους εἶναι τῆς Ἰέρνης τοὺς πρὸς τῷ Καυκάσῳ Βακτρίους σταδίοις τρισχιλίοις ὀκτακοσίοις· προστεθέντων δὲ τούτων τοῖς ἀπὸ Μασσαλίας εἰς Ἰέρνην, γίνονται μύριοι δισχίλιοι πεντακόσιοι. τίς οὖν ἱστόρηκεν ἐν τοῖς ἐκεῖ τόποις (λέγω δὲ τοῖς περὶ Βάκτρα) τοῦτο τὸ μῆκος τῶν μεγίστων ἡμερῶν ἢ τὸ ἔξαρμα τοῦ ἡλίου τὸ κατὰ τὰς μεσουρανήσεις ἐν ταῖς χειμεριναῖς τροπαῖς; ὀφθαλμοφανῆ γὰρ πάντα ταῦτα καὶ ἰδιώτῃ καὶ οὐ δεόμενα μαθηματικῆς σημειώσεως, ὥστε συνέγραψαν ἂν πολλοὶ καὶ τῶν παλαιῶν τῶν τὰ Περσικὰ ἱστορούντων καὶ τῶν ὕστερον μέχρι καὶ εἰς ἡμᾶς.πῶς δʼ ἂν ἡ λεχθεῖσα εὐδαιμονία τῶν τόπων ὡμολόγητο τοῖς τοιούτοις ἐν τῷ οὐρανῷ φαινομένοις; ἐκ δὲ τῶν εἰρημένων δῆλον ὡς καὶ σοφῶς ἀντιλέγει πρὸς τὴν ἀπόδειξιν, ὡς ἰσοδυναμούντων τῶν ζητουμένων λαμβάνοντος πρὸς τὸ ἀποδεῖξαι τὸ ζητούμενον.πάλιν δʼ ἐκείνου τὸν Δηίμαχον ἰδιώτην ἐνδείξασθαι βουλομένου καὶ ἄπειρον τῶν τοιούτων· οἴεσθαι γὰρ τὴν Ἰνδικὴν μεταξὺ κεῖσθαι τῆς τε φθινοπωρινῆς ἰσημερίας καὶ τῶν τροπῶν τῶν χειμερινῶν, Μεγασθένει τε ἀντιλέγειν φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν· μηδέτερον γὰρ τούτων μηδαμοῦ τῆς Ἰνδικῆς συμβαίνειν· ταῦτα δὴ φάσκοντος ἀμαθῶς λέγεσθαι· τό τε γὰρ τὴν φθινοπωρινὴν τῆς ἐαρινῆς διαφέρειν οἴεσθαι κατὰ τὴν διάστασιν τὴν πρὸς τὰς τροπὰς ἀμαθές, τοῦ τε κύκλου τοῦ αὐτοῦ ὄντος καὶ τῆς ἀνατολῆς· τοῦ τε διαστήματος τοῦ ἐπὶ τῆς γῆς τροπικοῦ ἀπὸ τοῦ ἰσημερινοῦ, ὧν μεταξὺ τίθησι τὴν Ἰνδικὴν ἐκεῖνος, δειχθέντος ἐν τῇ ἀναμετρήσει πολὺ ἐλάττονος τῶν δισμυρίων σταδίων, συμβῆναι ἂν καὶ κατʼ αὐτὸν ἐκεῖνον, ὅπερ αὐτὸς νομίζει, οὐχ ὃ ἐκεῖνος· δυεῖν μὲν γὰρ ἢ καὶ τριῶν μυριάδων οὖσαν τὴν Ἰνδικὴν οὐδὲ πεσεῖν μεταξὺ τοσούτου διαστήματος, ὅσων δʼ αὐτὸς εἴρηκε, πεσεῖν ἄν· τῆς δʼ αὐτῆς ἀγνοίας εἶναι καὶ τὸ μηδαμοῦ τῆς Ἰνδικῆς ἀποκρύπτεσθαι φάσκειν τὰς ἄρκτους μηδὲ τὰς σκιὰς ἀντιπίπτειν, ὅτε γε καὶ πεντακισχιλίους προελθόντι ἀπʼ Ἀλεξανδρείας εὐθὺς συμβαίνειν ἄρχεται· ταῦτα δὴ εἰπόντος, εὐθύνει πάλιν οὐκ εὖ ὁ Ἵππαρχος, πρῶτον ἀντὶ τοῦ χειμερινοῦ τροπικοῦ τὸν θερινὸν δεξάμενος, εἶτʼ οὐκ οἰόμενος δεῖν μάρτυρι χρῆσθαι τῶν μαθηματικῶν ἀναστρολογήτῳ ἀνθρώπῳ, ὥσπερ τοῦ Ἐρατοσθένους προηγουμένως τὴν ἐκείνου μαρτυρίαν ἐγκρίνοντος, ἀλλʼ οὐ κοινῷ τινι ἔθει χρωμένου πρὸς τοὺς ματαιολογοῦντας. εἷς γάρ τις τῶν πρὸς τοὺς ματαίως ἀντιλέγοντας ἐλέγχων ἐστίν, ὅταν αὐτὴν τὴν ἐκείνων ἀπόφασιν, ὁποία ποτέ ἐστι, δείξωμεν ἡμῖν συνηγοροῦσαν.