Ἐν δὲ τῇ παραλίᾳ ταύτῃ πόλις Ἰὼλ ὄνομα, ἣν ἐπικτίσας Ἰούβας ὁ τοῦ Πτολεμαίου πατὴρ μετωνόμασε Καισάρειαν, ἔχουσα καὶ λιμένα καὶ πρὸ τοῦ λιμένος νησίον. μεταξὺ δὲ τῆς Καισαρείας καὶ τοῦ Τρητοῦ μέγας ἐστὶ λιμήν, ὃν Σάλδαν καλοῦσι· τοῦτο δʼ ἐστὶν ὅριον τῆς ὑπὸ τῷ Ἰούβᾳ καὶ τῆς ὑπὸ τοῖς Ῥωμαίοις· πολυτρόπως γὰρ οἱ μερισμοὶ γεγένηνται τῆς χώρας, ἅτε τῶν νεμομένων αὐτὴν πλειόνων γενομένων καὶ τῶν Ῥωμαίων ἄλλοτʼ ἄλλως τούτων τοῖς μὲν φίλοις χρωμένων, τοῖς δὲ καὶ πολεμίοις, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ χαρίζεσθαι συνέβαινεν ἄλλοις ἄλλα καὶ οὐ τὸν αὐτὸν τρόπον. ἦν δὲ ἡ μὲν πρὸς τῇ Μαυρουσίᾳ προσοδικωτέρα τε καὶ δυναμικωτέρα, ἡ δὲ πρὸς τῇ Καρχηδονίᾳ καὶ τῇ Μασυλιέων ἀνθηροτέρα τε καὶ κατεσκευασμένη βέλτιον, καίπερ κεκακωμένη διὰ τὰ Καρχηδόνια τὸ πρῶτον, ἔπειτα διὰ τὸν πρὸς Ἰουγούρθαν πόλεμον· ἐκεῖνος γὰρ Ἀδάρβαλα ἐκπολιορκήσας ἐν Ἰτύκῃ καὶ ἀνελών, φίλον ὄντα Ῥωμαίων, ἐνέπλησε τὴν χώραν πολέμου· εἶτʼ ἄλλοι ἐπʼ ἄλλοις συνέστησαν πόλεμοι, τελευταῖος δὲ ὁ πρὸς Σκιπίωνα Καίσαρι τῷ θεῷ συστάς, ἐν ᾧ καὶ Ἰούβας ἀπέθανε· συνηφανίσθησαν δὲ τοῖς ἡγεμόσι καὶ αἱ πόλεις, Τισιαοῦς τε καὶ Ὀυάγα καὶ Θάλα, ἔτι δὲ καὶ Κάψα, τὸ γαζοφυλάκιον τοῦ Ἰουγούρθα, καὶ Ζάμα καὶ Ζίγχα καὶ πρὸς αἷς κατεπολέμησε Καῖσαρ Σκιπίωνα ὁ θεός, πρὸς Ῥουσπίνῳ μὲν πρῶτον νικῶν, εἶτα πρὸς Οὐζίτοις, εἶτα πρὸς Θάψῳ καὶ τῇ πλησίον λίμνῃ καὶ ταῖς ἄλλαις· πλησίον δὲ καὶ Ζέλλα καὶ Ἀχόλλα, ἐλεύθεραι πόλεις· εἷλε δʼ ἐξ ἐφόδου Καῖσαρ τὴν Κέρκινναν νῆσον καὶ Θέναν, πολίχνην ἐπιθαλαττιδίαν. τούτων πασῶν αἱ μὲν τελέως ἠφανίσθησαν, αἱ δʼ ἡμίσπαστοι κατελείφθησαν· Φαρὰν δʼ οἱ Σκιπίωνος ἱππεῖς ἐνέπρησαν.μετὰ δʼ οὖν Τρητὸν ἡ Μασυλιέων ἐστὶ καὶ ἡ Καρχηδονίων παραπλησία χώρα. Κίρτα τέ ἐστιν ἐν μεσογαίᾳ, τὸ Μασανάσσου καὶ τῶν ἑξῆς διαδόχων βασίλειον, πόλις εὐερκεστάτη καὶ κατεσκευασμένη καλῶς τοῖς πᾶσι καὶ μάλιστα ὑπὸ Μικίψα, ὅστις καὶ Ἕλληνας συνῴκισεν ἐν αὐτῇ καὶ τοσαύτην ἐποίησεν ὥστʼ ἐκπέμπειν μυρίους ἱππέας, διπλασίους δὲ πεζούς. ἥ τε δὴ Κίρτα ἐνταῦθα καὶ οἱ δύο Ἱππῶνες, ὁ μὲν πλησίον Ἰτύκης ὁ δὲ ἀπωτέρω πρὸς τῷ Τρητῷ μᾶλλον, ἄμφω βασίλεια. ἡ δὲ Ἰτύκη δευτέρα μετὰ Καρχηδόνα τῷ μεγέθει καὶ τῷ ἀξιώματι· καταλυθείσης δὲ Καρχηδόνος ἐκείνη ἦν ὡς ἂν μητρόπολις τοῖς Ῥωμαίοις καὶ ὁρμητήριον πρὸς τὰς ἐν Λιβύῃ πράξεις· ἵδρυται δʼ ἐν αὐτῷ τῷ κόλπῳ τῷ Καρχηδονιακῷ πρὸς θατέρῳ τῶν ἀκρωτηρίων τῶν ποιούντων τὸν κόλπον, ὧν τὸ μὲν πρὸς τῇ Ἰτύκῃ καλοῦσιν Ἀπολλώνιον, θάτερον δʼ Ἑρμαίαν, καὶ εἰσὶν ἐν ἐπόψει ἀλλήλαις αἱ πόλεις. ῥεῖ δὲ τῆς Ἰτύκης πλησίον ὁ Βαγράδας ποταμός· εἰσὶ δʼ ἀπὸ Τρητοῦ μέχρι Καρχηδόνος στάδιοι δισχίλιοι πεντακόσιοι· οὔτε τοῦθʼ ὁμολογεῖται δὲ τὸ διάστημα οὔτε τὸ μέχρι Σύρτεων.καὶ Καρχηδὼν δὲ ἐπὶ χερρονήσου τινὸς ἵδρυται, περιγραφούσης κύκλον τριακοσίων ἑξήκοντα σταδίων ἔχοντα τεῖχος, οὗ τὸ ἑξηκονταστάδιον μῆκος αὐτὸς ὁ αὐχὴν ἐπέχει, καθῆκον ἀπὸ θαλάττης ἐπὶ θάλατταν, ὅπου τοῖς Καρχηδονίοις ἦσαν αἱ τῶν ἐλεφάντων στάσεις, τόπος εὐρυχωρής. κατὰ μέσην δὲ τὴν πόλιν ἡ ἀκρόπολις ἣν ἐκάλουν Βύρσαν, ὀφρὺς ἱκανῶς ὀρθία, κύκλῳ περιοικουμένη, κατὰ δὲ τὴν κορυφὴν ἔχουσα Ἀσκληπιεῖον, ὅπερ κατὰ τὴν ἅλωσιν ἡ γυνὴ τοῦ Ἀσδρούβα συνέπρησεν αὑτῇ. ὑπόκεινται δὲ τῇ ἀκροπόλει οἵ τε λιμένες καὶ ὁ Κώθων, νησίον περιφερὲς εὐρίπῳ περιεχόμενον, ἔχοντι νεωσοίκους ἑκατέρωθεν κύκλῳ.κτίσμα δʼ ἐστὶ Διδοῦς ἀγαγούσης ἐκ Τύρου λαόν· οὕτω δʼ εὐτυχὴς ἡ ἀποικία τοῖς Φοίνιξιν ὑπῆρξε καὶ αὕτη καὶ ἡ μέχρι τῆς Ἰβηρίας τῆς τε ἄλλης καὶ τῆς ἔξω στηλῶν ὥστε τῆς Εὐρώπης ἔτι νῦν τὴν ἀρίστην νέμονται Φοίνικες κατὰ τὴν ἤπειρον καὶ τὰς προσεχεῖς νήσους, τήν τε Λιβύην κατεκτήσαντο πᾶσαν, ὅσον μὴ νομαδικῶς οἷόν τʼ ἦν οἰκεῖν. ἀφʼ ἧς δυνάμεως πόλιν τε ἀντίπαλον τῇ Ῥώμῃ κατεσκευάσαντο καὶ τρεῖς ἐπολέμησαν μεγάλους πρὸς αὐτοὺς πολέμους. γένοιτο δʼ ἂν εὔδηλος ἡ δύναμις αὐτῶν ἐκ τοῦ ὑστάτου πολέμου, ἐν ᾧ κατελύθησαν ὑπὸ Σκιπίωνος τοῦ Αἰμιλιανοῦ, καὶ ἡ πόλις ἄρδην ἠφανίσθη. ὅτε γὰρ ἤρξαντο πολεμεῖν τοῦτον τὸν πόλεμον, πόλεις μὲν εἶχον τριακοσίας ἐν τῇ Λιβύῃ, ἀνθρώπων δʼ ἐν τῇ πόλει μυριάδας ἑβδομήκοντα· πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν πανοπλιῶν μὲν ἔδοσαν μυριάδας εἴκοσι καταπελτικὰ δὲ ὄργανα τρισχίλια, ὡς οὐ πολεμηθησόμενοι. κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν, ἐξαίφνης ὁπλοποιίαν συνεστήσαντο, καὶ ἑκάστης ἡμέρας ἀνεφέροντο θυρεοὶ μὲν ἑκατὸν καὶ τετταράκοντα πεπηγότες, μάχαιραι δὲ τριακόσιαι καὶ λόγχαι πεντακόσιαι, χίλια δὲ βέλη καταπελτικά, τρίχα δὲ τοῖς καταπέλταις αἱ θεράπαιναι παρεῖχον· ἔτι τοίνυν ναῦς ἔχοντες δώδεκα ἐξ ἐτῶν πεντήκοντα κατὰ τὰς ἐν τῷ δευτέρῳ πολέμῳ συνθήκας, τότε καίπερ ἤδη συμπεφευγότες εἰς τὴν Βύρσαν ἐν διμήνῳ κατεσκευάσαντο ναῦς ἑκατὸν εἴκοσι καταφράκτους, καὶ τοῦ στόματος τοῦ Κώθωνος φρουρουμένου διώρυξαν ἄλλο στόμα, καὶ προῆλθεν αἰφνιδίως ὁ στόλος· ὕλη γὰρ ἦν ἀποκειμένη παλαιὰ καὶ τεχνιτῶν πλῆθος προσεδρεῦον καὶ σιταρχούμενον δημοσίᾳ. τοιαύτη δʼ οὖσα Καρχηδὼν ὅμως ἑάλω καὶ κατεσκάφη. τὴν δὲ χώραν τὴν μὲν ἐπαρχίαν ἀπέδειξαν Ῥωμαῖοι τὴν ὑπὸ τοῖς Καρχηδονίοις, τῆς δὲ Μασανάσσην ἀπέδειξαν κύριον καὶ τοὺς ἀπογόνους τοὺς περὶ Μικίψαν. μάλιστα γὰρ ἐσπουδάσθη παρὰ τοῖς Ῥωμαίοις ὁ Μασανάσσης διʼ ἀρετὴν καὶ φιλίαν·