εἶτʼ εἰς Πασαργάδας ἧκε· καὶ τοῦτο δʼ ἦν βασίλειον ἀρχαῖον. ἐνταῦθα δὲ καὶ τὸν Κύρου τάφον εἶδεν ἐν παραδείσῳ, πύργον οὐ μέγαν, τῷ δάσει τῶν δένδρων ἐναποκεκρυμμένον, κάτω μὲν στερεὸν ἄνω δὲ στέγην ἔχοντα καὶ σηκὸν στενὴν τελέως ἔχοντα τὴν εἴσοδον, διʼ ἧς παρελθεῖν εἴσω φησὶν Ἀριστόβουλος κελεύσαντος τοῦ βασιλέως καὶ κοσμῆσαι τὸν τάφον· ἰδεῖν δὲ κλίνην τε χρυσῆν καὶ τράπεζαν σὺν ἐκπώμασι καὶ πύελον χρυσῆν καὶ ἐσθῆτα πολλὴν κόσμον τε λιθοκόλλητον· κατὰ μὲν οὖν τὴν πρώτην ἐπιδημίαν ταῦτʼ ἰδεῖν, ὕστερον δὲ συληθῆναι, καὶ τὰ μὲν ἄλλα ἐκκομισθῆναι τὴν δὲ κλίνην θραυσθῆναι μόνον καὶ τὴν πύελον, μεταθέντων τὸν νεκρόν, διʼ οὗ δῆλον γενέσθαι διότι προνομευτῶν ἔργον ἦν, οὐχὶ τοῦ σατράπου, καταλιπόντων ἃ μὴ δυνατὸν ἦν ῥᾳδίως ἐκκομίσαι· συμβῆναι δὲ ταῦτα, καίπερ φυλακῆς περικειμένης Μάγων, σίτισιν λαμβανόντων καθʼ ἡμέραν πρόβατον, διὰ μηνὸς δʼ ἵππον. ἀλλʼ ὁ ἐκτοπισμὸς τῆς Ἀλεξάνδρου στρατιᾶς εἰς Βάκτρα καὶ Ἰνδοὺς πολλά τε ἄλλα νεωτερισθῆναι παρεσκεύασε, καὶ δὴ καὶ τοῦθʼ ἓν τῶν νεωτερισθέντων ὑπῆρξεν. οὕτω μὲν οὖν Ἀριστόβουλος εἴρηκε, καὶ τὸ ἐπίγραμμα δὲ ἀπομνημονεύει τοῦτο ὦ ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύς· μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος. Ὀνησίκριτος δὲ τὸν μὲν πύργον δεκάστεγον εἴρηκε· καὶ ἐν μὲν τῇ ἀνωτάτω στέγῃ κεῖσθαι τὸν Κῦρον· ἐπίγραμμα δʼ εἶναι Ἑλληνικόν, Περσικοῖς κεχαραγμένον γράμμασιν ἐνθάδʼ ἐγὼ κεῖμαι Κῦρος βασιλεὺς βασιλήων. καὶ ἄλλο περσίζον πρὸς τὸν αὐτὸν νοῦν.μέμνηται δʼ Ὀνησίκριτος καὶ τὸ ἐπὶ τοῦ Δαρείου τάφῳ γράμμα τόδε φίλος ἦν τοῖς φίλοις· ἱππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην· κυνηγῶν ἐκράτουν· πάντα ποιεῖν ἠδυνάμην. Ἄριστος δʼ ὁ Σαλαμίνιος πολὺ μέν ἐστι νεώτερος τούτων, λέγει δὲ δίστεγον τὸν πύργον καὶ μέγαν, ἐν δὲ τῇ Περσῶν διαδοχῇ ἱδρῦσθαι, φυλάττεσθαι δὲ τὸν τάφον· ἐπίγραμμα δὲ τὸ λεχθὲν Ἑλληνικὸν καὶ ἄλλο Περσικὸν πρὸς τὸν αὐτὸν νοῦν. τοὺς δὲ Πασαργάδας ἐτίμησε Κῦρος, ὅτι τὴν ὑστάτην μάχην ἐνίκησεν Ἀστυάγην ἐνταῦθα τὸν Μῆδον, καὶ τὴν ἀρχὴν τῆς Ἀσίας μετήνεγκεν εἰς ἑαυτὸν καὶ πόλιν ἔκτισε καὶ βασίλειον κατεσκεύασε τῆς νίκης μνημεῖον.πάντα δὲ τὰ ἐν τῇ Περσίδι χρήματα ἐξεσκευάσατο εἰς τὰ Σοῦσα καὶ αὐτὰ θησαυρῶν καὶ κατασκευῆς μεστά· οὐδὲ τοῦθʼ ἡγεῖτο τὸ βασίλειον, ἀλλὰ τὴν Βαβυλῶνα, καὶ διενοεῖτο ταύτην προσκατασκευάζειν· κἀνταῦθα δʼ ἔκειντο θησαυροί. φασὶ δὲ χωρὶς τῶν ἐν Βαβυλῶνι καὶ τῶν ἐν τῷ στρατοπέδῳ τῶν παρὰ ταῦτα μὴ ληφθέντων αὐτὰ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Περσίδι τέτταρας μυριάδας ταλάντων ἐξετασθῆναι· τινὲς δὲ καὶ πέντε λέγουσιν· ἄλλοι δὲ πάντα πάντοθεν συναχθῆναι παραδεδώκασιν εἰς Ἐκβάτανα ὀκτωκαίδεκα μυριάδας ταλάντων· τὰ δὲ Δαρείῳ φυγόντι ἐκ τῆς Μηδίας συνεκκομισθέντα τάλαντα ὀκτακισχίλια διήρπασαν οἱ δολοφονήσαντες αὐτόν.τὴν γοῦν Βαβυλῶνα ὁ Ἀλέξανδρος προέκρινεν ὁρῶν καὶ τῷ μεγέθει πολὺ ὑπερβάλλουσαν καὶ τοῖς ἄλλοις. εὐδαίμων δʼ οὖσα ἡ Σουσὶς ἔκπυρον τὸν ἀέρα ἔχει καὶ καυματηρὸν καὶ μάλιστα τὸν περὶ τὴν πόλιν, ὥς φησιν * ἐκεῖνος· τὰς γοῦν σαύρας καὶ τοὺς ὄφεις θέρους ἀκμάζοντος τοῦ ἡλίου κατὰ μεσημβρίαν διαβῆναι μὴ φθάνειν τὰς ὁδοὺς τὰς ἐν τῇ πόλει, ἀλλʼ ἐν μέσαις περιφλέγεσθαι, ὅπερ τῆς Περσίδος μηδαμοῦ συμβαίνειν καίπερ νοτιωτέρας οὔσης· λουτρὰ δὲ ψυχρὰ προτεθέντα ἐκθερμαίνεσθαι παραχρῆμα, τὰς δὲ κριθὰς διασπαρείσας εἰς τὸν ἥλιον ἅλλεσθαι καθάπερ ἐν τοῖς ἰπνοῖς τὰς κάχρυς· διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις γῆν ἐπιτίθεσθαι, ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μὲν μακροὺς δὲ ποιεῖσθαι τοὺς οἴκους, ἀπορουμένους μακρῶν μὲν δοκῶν δεομένους δὲ μεγάλων οἴκων διὰ τὸ πνῖγος. ἴδιον δέ τι πάσχειν τὴν φοινικίνην δοκόν· στερεὰν γὰρ οὖσαν, παλαιουμένην οὐκ εἰς τὸ κάτω τὴν ἔνδοσιν λαμβάνειν, ἀλλʼ εἰς τὸ ἄνω μέρος κυρτοῦσθαι τῷ βάρει καὶ βέλτιον ἀνέχειν τὴν ὀροφήν. αἴτιον δὲ τῶν καυμάτων λέγεται τὸ ὑπερκεῖσθαι πρὸς ἄρκτον ὄρη ὑψηλὰ τὰ προεκδεχόμενα ἅπαντας τοὺς βορείους ἀνέμους· ὑπερπετεῖς δὴ πνέοντες ἀπὸ τῶν ἀκρωτηρίων μετέωροί τε τῶν πεδίων οὐ προσάπτονται, ἀλλὰ παρελαύνουσιν εἰς τὰ νοτιώτερα τῆς Σουσίδος· αὕτη δὲ νηνεμίαις κατέχεται, καὶ μάλιστα τότε ἡνίκα ἐτησίαι τὴν ἄλλην γῆν καταψύχουσιν ἐκκαομένην ὑπὸ τῶν καυμάτων.πολύσιτος δʼ ἄγαν ἐστὶν ὥστε ἑκατοντάχουν διʼ ὁμαλοῦ καὶ κριθὴν καὶ πυρὸν ἐκτρέφειν, ἔστι δʼ ὅτε καὶ διακοσιοντάχουν· διόπερ οὐδὲ πυκνὰς τὰς αὔλακας τέμνουσι· πυκνούμεναι γὰρ κωλύουσιν αἱ ῥίζαι τὴν βλάστην. τὴν δʼ ἄμπελον οὐ φυομένην πρότερον Μακεδόνες κατεφύτευσαν κἀκεῖ καὶ ἐν Βαβυλῶνι, οὐ ταφρεύοντες ἀλλὰ παττάλους κατασεσιδηρωμένους ἐξ ἄκρων πήττοντες, εἶτʼ ἐξαιροῦντες, ἀντὶ δʼ αὐτῶν τὰ κλήματα καθιέντες εὐθέως. ἡ μὲν δὴ μεσόγαια τοιαύτη· ἡ δὲ παραλία τεναγώδης ἐστὶ καὶ ἀλίμενος· διὰ τοῦτο γοῦν καὶ φησὶν ὁ Νέαρχος μηδὲ καθοδηγῶν ἐπιχωρίων τυγχάνειν ἡνίκα τῷ στόλῳ παρέπλει πρὸς τὴν Βαβυλωνίαν ἐκ τῆς Ἰνδικῆς, ὅτι προσόρμους οὐκ εἶχεν, οὐδʼ ἀνθρώπων εὐπορεῖν οἷός τʼ ἦν τῶν ἡγησομένων κατʼ ἐμπειρίαν.