γειτνιᾷ δὲ τῇ Σουσίδι τῆς Βαβυλωνίας ἡ Σιτακηνὴ μὲν πρότερον Ἀπολλωνιᾶτις δὲ ὕστερον προσαγορευθεῖσα. ἀπὸ τῶν ἄρκτων δʼ ὑπέρκεινται ἀμφοῖν πρὸς ἕω Ἐλυμαῖοί τε καὶ Παραιτακηνοί, λῃστρικοὶ ἄνδρες καὶ ὀρεινῇ τραχείᾳ πεποιθότες· μᾶλλον δʼ οἱ Παραιτακηνοὶ τοῖς Ἀπολλωνιάταις ἐπίκεινται, ὥστε καὶ χεῖρον ἐκείνους διατιθέασιν. οἱ δὲ Ἐλυμαῖοι κἀκείνοις καὶ τοῖς Σουσίοις, τούτοις δὲ καὶ οἱ Οὔξιοι προσπολεμοῦσιν· ἧττον δὲ νῦν, ὡς εἰκός, διὰ τὴν τῶν Παρθυαίων ἰσχύν, ὑφʼ οἷς εἰσιν ἅπαντες οἱ ταύτῃ. εὖ μὲν οὖν πραττόντων ἐκείνων, εὖ πράττουσιν ἅπαντες καὶ οἱ ὑπήκοοι αὐτῶν· στασιαζόντων δέ, ὅπερ συμβαίνει πολλάκις, καὶ δὴ καὶ ἐφʼ ἡμῶν, ἄλλοτʼ ἄλλως συμβαίνει καὶ οὐ τὰ αὐτὰ πᾶσι· τοῖς μὲν γὰρ συνήνεγκεν ἡ ταραχή, τοῖς δὲ παρὰ γνώμην ἀπήντησεν. ἡ μὲν δὴ χώρα ἥ τε Περσὶς καὶ ἡ Σουσιανὴ τοιαύτη.τὰ δʼ ἔθη τὰ Περσικὰ καὶ τούτοις καὶ Μήδοις τὰ αὐτὰ καὶ ἄλλοις πλείοσι, περὶ ὧν εἰρήκασι μὲν πλείους, τὰ δὲ καίρια καὶ ἡμῖν λεκτέον. Πέρσαι τοίνυν ἀγάλματα μὲν καὶ βωμοὺς οὐχ ἱδρύονται, θύουσι δʼ ἐν ὑψηλῷ τόπῳ τὸν οὐρανὸν ἡγούμενοι Δία· τιμῶσι δὲ καὶ ἥλιον, ὃν καλοῦσι Μίθρην, καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμους καὶ ὕδωρ· θύουσι δʼ ἐν καθαρῷ τόπῳ κατευξάμενοι παραστησάμενοι τὸ ἱερεῖον ἐστεμμένον· μελίσαντος δὲ τοῦ Μάγου τὰ κρέα τοῦ ὑφηγουμένου τὴν ἱερουργίαν ἀπίασι διελόμενοι, τοῖς θεοῖς οὐδὲν ἀπονείμαντες μέρος· τῆς γὰρ ψυχῆς φασι τοῦ ἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός· ὅμως δὲ τοῦ ἐπίπλου τι μικρὸν τιθέασιν, ὡς λέγουσί τινες, ἐπὶ τὸ πῦρ.διαφερόντως δὲ τῷ πυρὶ καὶ τῷ ὕδατι θύουσι, τῷ μὲν πυρί, προστιθέντες ξηρὰ ξύλα τοῦ λέπους χωρὶς πιμελὴν ἐπιτιθέντες ἄνωθεν· εἶθʼ ὑφάπτουσιν ἔλαιον καταχέοντες, οὐ φυσῶντες ἀλλὰ ῥιπίζοντες· τοὺς δὲ φυσήσαντας ἢ νεκρὸν ἐπὶ πῦρ θέντας ἢ βόλβιτον θανατοῦσι· τῷ δʼ ὕδατι, ἐπὶ λίμνην ἢ ποταμὸν ἢ κρήνην ἐλθόντες, βόθρον ὀρύξαντες εἰς τοῦτον σφαγιάζονται, φυλαττόμενοι μή τι τοῦ πλησίον ὕδατος αἱμαχθείη, ὡς μιανοῦντες· εἶτʼ ἐπὶ μυρρίνην ἢ δάφνην διαθέντες τὰ κρέα ῥάβδοις λεπτοῖς * ἐφάπτονται οἱ Μάγοι καὶ ἐπᾴδουσιν, ἀποσπένδοντες ἔλαιον ὁμοῦ γάλακτι καὶ μέλιτι κεκραμένον οὐκ εἰς πῦρ οὐδʼ ὕδωρ, ἀλλʼ εἰς τοὔδαφος· τὰς δʼ ἐπῳδὰς ποιοῦνται πολὺν χρόνον ῥάβδων μυρικίνων λεπτῶν δέσμην κατέχοντες.ἐν δὲ τῇ Καππαδοκίᾳ (πολὺ γὰρ ἐκεῖ τὸ τῶν Μάγων φῦλον, οἳ καὶ πύραιθοι καλοῦνται· πολλὰ δὲ καὶ τῶν Περσικῶν θεῶν ἱερά), οὐδὲ μαχαίρᾳ θύουσιν, ἀλλὰ κορμῷ τινι ὡς ἂν ὑπέρῳ τύπτοντες. ἔστι δὲ καὶ πυραιθεῖα, σηκοί τινες ἀξιόλογοι· ἐν δὲ τούτοις μέσοις βωμός, ἐν ᾧ πολλή τε σποδός, καὶ πῦρ ἄσβεστον φυλάττουσιν οἱ Μάγοι· καὶ καθʼ ἡμέραν δὲ εἰσιόντες, ἐπᾴδουσιν ὥραν σχεδόν τι πρὸ τοῦ πυρὸς τὴν δέσμην τῶν ῥάβδων ἔχοντες, τιάρας περικείμενοι πιλωτὰς καθεικυίας ἑκατέρωθεν μέχρι τοῦ καλύπτειν τὰ χείλη τὰς παραγναθίδας. ταὐτὰ δʼ ἐν τοῖς τῆς Ἀναΐτιδος καὶ τοῦ Ὠμάνου ἱεροῖς νενόμισται· τούτων δὲ καὶ σηκοί εἰσι, καὶ ξόανον τοῦ Ὠμάνου πομπεύει. ταῦτα μὲν οὖν ἡμεῖς ἑωράκαμεν, ἐκεῖνα δʼ ἐν ταῖς ἱστορίαις λέγεται καὶ τὰ ἐφεξῆς.εἰς γὰρ ποταμὸν οὔτʼ οὐροῦσιν οὔτε νίπτονται Πέρσαι, οὐδὲ λούονται, οὐδὲ νεκρὸν ἐμβάλλουσιν οὐδʼ ἄλλα τῶν δοκούντων εἶναι μυσαρῶν· ὅτῳ δʼ ἂν θύσωσι θεῷ, πρώτῳ τῷ πυρὶ εὔχονται.βασιλεύονται δʼ ὑπὸ τῶν ἀπὸ γένους· ὁ δʼ ἀπειθῶν ἀποτμηθεὶς κεφαλὴν καὶ βραχίονα ῥίπτεται. γαμοῦσι δὲ πολλὰς καὶ ἅμα παλλακὰς τρέφουσι πλείους πολυτεκνίας χάριν. τιθέασι δὲ καὶ οἱ βασιλεῖς ἆθλα πολυτεκνίας κατʼ ἔτος· τὰ δὲ τρεφόμενα μέχρι ἐτῶν τεττάρων οὐκ ἄγεται τοῖς γονεῦσιν εἰς ὄψιν. οἱ δὲ γάμοι κατὰ τὰς ἀρχὰς τῆς ἐαρινῆς ἰσημερίας ἐπιτελοῦνται παρέρχεται δʼ ἐπὶ τὸν θάλαμον προφαγὼν μῆλον ἢ καμήλου μυελόν, ἄλλο δʼ οὐδὲν τὴν ἡμέραν ἐκείνην.Ἀπὸ δὲ πέντε ἐτῶν ἕως τετάρτου καὶ εἰκοστοῦ παιδεύονται τοξεύειν καὶ ἀκοντίζειν καὶ ἱππάζεσθαι καὶ ἀληθεύειν, διδασκάλοις τε λόγων τοῖς σωφρονεστάτοις χρῶνται, οἳ καὶ τὸ μυθῶδες πρὸς τὸ συμφέρον ἀνάγοντες παραπλέκουσι, καὶ μέλους χωρὶς καὶ μετʼ ᾠδῆς ἔργα θεῶν τε καὶ ἀνδρῶν τῶν ἀρίστων ἀναδιδόντες. συνάγουσι δʼ εἰς ἕνα τόπον, ψόφῳ χαλκοῦ πρὸ ὄρθρου διεγείροντες ὡς ἐπὶ ἐξοπλισίαν ἢ θήραν· τάξαντες δʼ ἀνὰ πεντήκοντα ἡγεμόνα τῶν βασιλέως τινὰ παίδων αὐτοῖς ἢ σατράπου τρέχοντι κελεύουσιν ἕπεσθαι, χωρίον ἀφορίσαντες τριάκοντα ἢ τετταράκοντα σταδίων. ἀπαιτοῦσι δὲ καὶ λόγον ἑκάστου μαθήματος, ἅμα καὶ μεγαλοφωνίαν καὶ πνεῦμα καὶ πλευρὰν ἀσκοῦντες, καὶ πρὸς καῦμα δὲ καὶ πρὸς ψῦχος καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις ὥστʼ ἄβροχα φυλάττειν καὶ ὅπλα καὶ ἐσθῆτα, καὶ ποιμαίνειν δὲ καὶ ἀγραυλεῖν καὶ καρποῖς ἀγρίοις χρῆσθαι, τερμίνθῳ δρυοβαλάνοις ἀχράδι. ἡ δὲ καθʼ ἡμέραν δίαιτα ἄρτος μετὰ τὸ γυμνάσιον καὶ μᾶζα καὶ κάρδαμον καὶ ἁλῶν χόνδρος καὶ κρέα ὀπτὰ ἢ ἑφθὰ ἐξ ὕδατος, ποτὸν δʼ ὕδωρ. θηρεύουσι δὲ σαύνια ἀφʼ ἵππων βάλλοντες καὶ τοξεύματα καὶ σφενδονῶντες. δείλης δὲ φυτουργεῖν καὶ ῥιζοτομεῖν ἀσκοῦσι καὶ ὁπλοποιεῖν καὶ λίνα καὶ ἄρκυς φιλοτεχνεῖν. οὐχ ἅπτονται δὲ τῶν θηρευμάτων οἱ παῖδες, ἀλλὰ κομίζειν οἴκαδε ἔθος. τίθεται δʼ ὑπὸ τοῦ βασιλέως ἆθλα δρόμου καὶ τῶν ἄλλων τῶν ἐν τοῖς πεντάθλοις. κοσμοῦνται δʼ οἱ παῖδες χρυσῷ, τὸ πυρωπὸν τιθεμένων ἐν τιμῇ· διὸ οὐδὲ νεκρῷ προσφέρουσι καθάπερ οὐδὲ τὸ πῦρ κατὰ τιμήν.