εἰκὸς μὲν οὖν πρὸς ὑπερβολὴν ἠδολεσχηκέναι πολλὰ τοὺς πλεύσαντας, ὅμως δʼ οὖν εἰρήκασι παραδηλοῦντες ἅμα καὶ τὸ παραστὰν αὐτοῖς πάθος, διότι προσδοκία μᾶλλον ἢ κίνδυνος ὑπῆρχε τοῖς ἀληθέσι. τὸ δὲ μάλιστα ταράττον φυσητήρων μεγέθη ῥοῦν ἀπεργαζομένων μέγαν ἀθρόον καὶ ἀχλὺν ἐκ τῶν ἀναφυσημάτων, ὥστε τὰ πρὸ ποδῶν μέρη μὴ ὁρᾶσθαι· ἐπεὶ δʼ οἱ καθηγεμόνες τοῦ πλοῦ, δεδιότων ταῦτα τῶν ἀνθρώπων τὴν δʼ αἰτίαν οὐχ ὁρώντων, ἐμήνυσαν ὅτι θηρία εἴη, τάχα δʼ ἀπαλλάττοιτο σάλπιγγος ἀκούσαντα καὶ κρότου, ἐκ τούτου Νέαρχος ταῖς ναυσὶν ἐπῆγε μὲν τὸ ῥόθιον καθʼ ἅπερ ἐκώλυον, καὶ ἅμα ταῖς σάλπιγξιν ἐφόβει, τὰ δὲ θηρία ἔδυνεν· εἶτʼ ἀνεφαίνετο κατὰ πρύμναν ὥστε ναυμαχίας ἀγωνίαν παρεῖχεν, ἀλλʼ αὐτίκα ἀφίστατο.λέγουσι μὲν οὖν καὶ οἱ νῦν πλέοντες εἰς Ἰνδοὺς μεγέθη θηρίων καὶ ἐπιφανείας, ἀλλʼ οὔτε ἀθρόων οὔτʼ ἐπιφερομένων πολλάκις, ἀλλʼ ἀποσοβηθέντα τῇ κραυγῇ καὶ τῇ σάλπιγγι ἀπαλλάττεσθαι. φασὶ δʼ αὐτὰ μὲν μὴ πλησιάζειν τῇ γῇ, τὰ δʼ ὀστᾶ διαλυθέντων ψιλωθέντα ἐκκυμαίνεσθαι ῥᾳδίως καὶ χορηγεῖν τὴν λεχθεῖσαν ὕλην τοῖς Ἰχθυοφάγοις περὶ τὰς καλυβοποιίας. μέγεθος δὲ τῶν κητῶν φησιν ὁ Νέαρχος τριῶν καὶ εἴκοσιν ὀργυιῶν. πιστευθέν τι δὲ ἱκανῶς ὑπὸ τῶν ἐν τῷ στόλῳ φησὶν ὁ Νέαρχος ἐξελέγξαι ψεῦδος ὄν, ὡς εἴη τις ἐν τῷ πόρῳ νῆσος ἡ ἀφανίζοι τοὺς προσορμισθέντας· κέρκουρον γάρ τινα πλέοντα, ἐπειδὴ κατὰ τὴν νῆσον ταύτην ἐγεγόνει, μηκέτι ὁραθῆναι· πεμφθέντας δέ τινας ἐπὶ τὴν ζήτησιν ἐκβῆναι μὲν μὴ θαρρεῖν εἰς τὴν νῆσον, * ἐκπλέοντας δʼ ἀνακαλεῖν κραυγῇ τοὺς ἀνθρώπους, μηδενὸς δʼ ὑπακούοντος ἐπανελθεῖν. ἁπάντων δʼ αἰτιωμένων τὴν νῆσον αὐτὸς ἔφη πλεῦσαι καὶ προσορμισθεὶς ἐκβῆναι μετὰ μέρους τῶν συμπλευσάντων καὶ περιελθεῖν τὴν νῆσον· ὡς δʼ οὐδὲν εὕρισκεν ἴχνος τῶν ζητουμένων, ἀπογνόντα ἐπανελθεῖν καὶ διδάξαι τοὺς ἀνθρώπους ὡς ἡ μὲν νῆσος ψευδῆ τὴν αἰτίαν ἔχοι (καὶ γὰρ αὐτῷ καὶ τοῖς συνεκβᾶσιν ὁ αὐτὸς ὑπάρξαι ἂν φθόρος), ἄλλος δέ τις τῷ κερκούρῳ τρόπος τοῦ ἀφανισμοῦ συμβαίη, μυρίων ὄντων δυνατῶν.̔η δὲ Καρμανία τελευταία μέν ἐστι τῆς ἀπὸ τοῦ Ἰνδοῦ παραλίας, ἀρκτικωτέρα δʼ ἐστὶ πολὺ τῆς τοῦ Ἰνδοῦ ἐκβολῆς· τὸ μέντοι πρῶτον αὐτῆς ἄκρον ἔκκειται πρὸς νότον εἰς τὴν μεγάλην θάλατταν, ποιήσασα δὲ τὸ στόμα τοῦ Περσικοῦ κόλπου πρὸς τὴν ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἄκραν ἐν ἀπόψει οὖσαν, κάμπτεται πρὸς τὸν Περσικὸν κόλπον ἕως ἂν συνάψῃ τῇ Περσίδι· πολλὴ δὲ κἀν τῇ μεσογαίᾳ ἐστὶν ἐκτεινομένη μεταξὺ τῆς Γεδρωσίας καὶ τῆς Περσίδος, παραλλάττουσα πλέον τῆς Γεδρωσίας πρὸς τὴν ἄρκτον. δηλοῖ δʼ ἡ εὐκαρπία· καὶ γὰρ πάμφορος καὶ μεγαλόδενδρος πλὴν ἐλαίας καὶ ποταμοῖς κατάρρυτος. ἡ δὲ Γεδρωσία διαφέρει μικρὸν τῆς τῶν Ἰχθυοφάγων, ὥστʼ ἀκαρπία κατέχει πολλάκις· διὸ φυλάττουσι τὸν ἐνιαύσιον καρπὸν εἰς ἔτη πλείω ταμιευόμενοι. Ὀνησίκριτος δὲ λέγει ποταμὸν ἐν τῇ Καρμανίᾳ καταφέροντα ψήγματα χρυσοῦ· καὶ ὀρυκτοῦ δὲ εἶναι μέταλλον καὶ ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου· ὄρη τε εἶναι δύο τὸ μὲν ἀρσενικοῦ τὸ δὲ ἁλός. ἔχει δέ τινα καὶ ἔρημον συνάπτουσαν ἤδη τῇ Παρθυαίᾳ καὶ τῇ Παραιτακηνῇ. γεώργια δʼ ἔχει παραπλήσια τοῖς Περσικοῖς τά τε ἄλλα καὶ ἄμπελον· ταύτης δʼ ἡ Καρμανία λεγομένη παρʼ ἡμῖν καὶ δίπηχυν ἔχει πολλάκις τὸν βότρυν πυκνορρῶγά τε ὄντα καὶ μεγαλορρῶγα, ἣν εἰκὸς ἐκεῖ εὐερνεστέραν εἶναι. χρῶνται δʼ ὄνοις οἱ πολλοὶ καὶ πρὸς πόλεμον σπάνει τῶν ἵππων· ὄνον τε θύουσι τῷ Ἄρει, ὅνπερ σέβονται θεῶν μόνον, καὶ εἰσὶ πολεμισταί· γαμεῖ δʼ οὐδεὶς πρὶν ἂν πολεμίου κεφαλὴν ἀποτεμὼν ἀνενέγκῃ ἐπὶ τὸν βασιλέα· ὁ δὲ τὸ κρανίον μὲν ἐπὶ τῶν βασιλείων ἀνατίθησι, τὴν δὲ γλῶτταν λεπτοτομήσας καὶ καταμίξας ἀλεύρῳ γευσάμενος αὐτὸς δίδωσι τῷ ἀνενέγκαντι καὶ τοῖς οἰκείοις κατασιτήσασθαι· ἐνδοξότατος δʼ ἐστὶν ᾧ πλεῖσται κεφαλαὶ ἀνηνέχθησαν. Νέαρχος δὲ τὰ πλεῖστα ἔθη καὶ τὴν διάλεκτον τῶν Καρμανιτῶν Περσικά τε καὶ Μηδικὰ εἴρηκε. τὸ δὲ στόμα τοῦ Περσικοῦ κόλπου οὐ μεῖζον διάρματος ἡμερησίου.μετὰ δὲ Καρμανίαν ἡ Περσὶς ἔστι, πολλὴ μὲν ἐν τῇ παραλίᾳ τοῦ ἀπʼ αὐτῆς ὀνομαζομένου κόλπου, πολὺ δὲ μείζων ἐν τῇ μεσογαίᾳ, καὶ μάλιστα ἐπὶ μῆκος τὸ ἀπὸ τοῦ νότου καὶ τῆς Καρμανίας ἐπὶ τὰς ἄρκτους καὶ τὰ περὶ Μηδίαν ἔθνη. τριττὴ δʼ ἐστὶ καὶ τῇ φύσει καὶ τῇ τῶν ἀέρων κράσει. ἡ μὲν γὰρ παραλία καυματηρά τε καὶ ἀμμώδης καὶ σπανιστὴ καρποῖς ἐστι πλὴν φοινίκων, ὅσον ἐν τετρακισχιλίοις καὶ τετρακοσίοις ἢ τριακοσίοις ἐξεταζομένη σταδίοις, καταστρέφουσα εἰς ποταμὸν μέγιστον τῶν ταύτῃ καλούμενον Ὀρόατιν· ἡ δʼ ὑπὲρ ταύτης ἐστὶ πάμφορος καὶ πεδινὴ καὶ θρεμμάτων ἀρίστη τροφός, ποταμοῖς τε καὶ λίμναις πληθύει. τρίτη δʼ ἐστὶν ἡ πρὸς βορρᾶν χειμέριος καὶ ὀρεινή· πρὸς δὲ ταῖς ἐσχατιαῖς εἰσιν οἱ καμηλοβοσκοί. μῆκος μὲν οὖν ἐστι κατʼ Ἐρατοσθένη τὸ ἐπὶ τὰς ἄρκτους καὶ * τὰς Κασπίους πύλας περὶ ὀκτακισχιλίων κατά τινας προπιπτούσας ἄκρας. λοιπὴ δʼ ἐστὶν ἐπὶ Κασπίους πύλας οὐ πλεῖον ἢ τῶν τρισχιλίων. πλάτος δὲ τὸ ἐν τῇ μεσογαίᾳ τὸ ἀπὸ Σούσων εἰς Περσέπολιν στάδιοι τετρακισχίλιοι διακόσιοι, κἀντεῦθεν ἐπὶ τοὺς τῆς Καρμανίας ὅρους ἄλλοι χίλιοι ἑξακόσιοι. φῦλα δὲ οἰκεῖ τὴν χώραν οἵ τε Πατεισχορεῖς λεγόμενοι καὶ οἱ Ἀχαιμενίδαι καὶ οἱ Μάγοι· οὗτοι μὲν οὖν σεμνοῦ τινός εἰσι βίου ζηλωταί, Κύρτιοι δὲ καὶ Μάρδοι λῃστρικοί, ἄλλοι δὲ γεωργικοί.