γυμνασίων δὲ μάλιστα τρῖψιν δοκιμάζουσι καὶ ἄλλως καὶ διὰ σκυταλίδων ἐβενίνων λείων ἐξομαλίζονται τὰ σώματα. λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα· ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται· χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται· τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν· ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι. πολλὰς δὲ γαμοῦσιν ὠνητὰς παρὰ τῶν γονέων, λαμβάνουσί τε ἀντιδιδόντες ζεῦγος βοῶν, ὧν τὰς μὲν εὐπειθείας χάριν τὰς δʼ ἄλλας ἡδονῆς καὶ πολυτεκνίας· εἰ δὲ μὴ σωφρονεῖν ἀναγκάσαιεν, πορνεύειν ἔξεστι. θύει δὲ οὐδεὶς ἐστεφανωμένος οὐδὲ θυμιᾷ οὐδὲ σπένδει, οὐδὲ σφάττουσι τὸ ἱερεῖον ἀλλὰ πνίγουσιν, ἵνα μὴ λελωβημένον ἀλλʼ ὁλόκληρον διδῶται τῷ θεῷ· ψευδομαρτυρίας δʼ ὁ ἁλοὺς ἀκρωτηριάζεται, ὅ τε πηρώσας οὐ τὰ αὐτὰ μόνον ἀντιπάσχει ἀλλὰ καὶ χειροκοπεῖται· ἐὰν δὲ καὶ τεχνίτου χεῖρα ἢ ὀφθαλμὸν ἀφέληται, θανατοῦται. δούλοις δὲ οὗτος μέν φησι μηδένα Ἰνδῶν χρῆσθαι, Ὀνησίκριτος δὲ τῶν ἐν τῇ Μουσικανοῦ τοῦτʼ ἴδιον ἀποφαίνει καὶ ὡς κατόρθωμά γε· καθάπερ καὶ ἄλλα πολλὰ λέγει τῆς χώρας ταύτης κατορθώματα ὡς εὐνομωτάτης.τῷ βασιλεῖ δʼ ἡ μὲν τοῦ σώματος θεραπεία διὰ γυναικῶν ἐστιν, ὠνητῶν καὶ αὐτῶν παρὰ τῶν πατέρων· ἔξω δὲ τῶν θυρῶν οἱ σωματοφύλακες καὶ τὸ λοιπὸν στρατιωτικόν· μεθύοντα δὲ κτείνασα γυνὴ βασιλέα γέρας ἔχει συνεῖναι τῷ ἐκεῖνον διαδεξαμένῳ· διαδέχονται δʼ οἱ παῖδες· οὐδʼ ὑπνοῖ μεθʼ ἡμέραν ὁ βασιλεύς· καὶ νύκτωρ δὲ καθʼ ὥραν ἀναγκάζεται τὴν κοίτην ἀλλάττειν διὰ τὰς ἐπιβουλάς. τῶν τε μὴ κατὰ πόλεμον ἐξόδων μία μέν ἐστιν ἡ ἐπὶ τὰς κρίσεις, ἐν αἷς διημερεύει διακούων οὐδὲν ἧττον κἂν ὥρα γένηται τῆς τοῦ σώματος θεραπείας· αὕτη δʼ ἐστὶν ἡ διὰ τῶν σκυταλίδων τρῖψις· ἅμα γὰρ καὶ διακούει καὶ τρίβεται τεττάρων περιστάντων τριβέων· ἑτέρα δʼ ἐστὶν ἡ ἐπὶ τὰς θυσίας ἔξοδος· τρίτη δʼ ἐπὶ θήραν βακχική τις κύκλῳ γυναικῶν περικεχυμένων, ἔξωθεν δὲ τῶν δορυφόρων· παρεσχοίνισται δʼ ἡ ὁδός, τῷ δὲ παρελθόντι ἐντὸς μέχρι γυναικῶν θάνατος· προηγοῦνται δὲ τυμπανισταὶ καὶ κωδωνοφόροι. κυνηγετεῖ δʼ ἐν μὲν τοῖς περιφράγμασιν ἀπὸ βήματος τοξεύων (παρεστᾶσι δʼ ἔνοπλοι δύο ἢ τρεῖς γυναῖκες), ἐν δὲ ταῖς ἀφράκτοις θήραις ἀπʼ ἐλέφαντος· αἱ δὲ γυναῖκες αἱ μὲν ἐφʼ ἁρμάτων, αἱ δʼ ἐφʼ ἵππων αἱ δὲ καὶ ἐπʼ ἐλεφάντων, ὡς καὶ συστρατεύουσιν, ἠσκημέναι παντὶ ὅπλῳ.ἔχει μὲν οὖν καὶ ταῦτα πολλὴν ἀήθειαν πρὸς τὰ παρʼ ἡμῖν, ἔτι μέντοι μᾶλλον τὰ τοιάδε. φησὶ γὰρ τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ μίσγεσθαι καὶ σαρκοφαγεῖν τὰ τῶν συγγενῶν σώματα· πετροκυλιστὰς δʼ εἶναι κερκοπιθήκους, οἳ λίθους κατακυλίουσι κρημνοβατοῦντες ἐπὶ τοὺς διώκοντας· τά τε παρʼ ἡμῖν ἥμερα ζῷα τὰ πλεῖστα παρʼ ἐκείνοις ἄγρια εἶναι· ἵππους τε λέγει μονοκέρωτας ἐλαφοκράνους· καλάμους δέ, μῆκος μὲν τριάκοντα ὀργυιῶν τοὺς ὀρθίους, τοὺς δὲ χαμαικλινεῖς πεντήκοντα, πάχος δὲ ὥστε τὴν διάμετρον τοῖς μὲν εἶναι τρίπηχυν τοῖς δὲ διπλασίαν.̔υπερεκπίπτων δʼ ἐπὶ τὸ μυθῶδες πεντασπιθάμους ἀνθρώπους λέγει καὶ τρισπιθάμους, ὧν τινὰς ἀμύκτηρας, ἀναπνοὰς ἔχοντας μόνον δύο ὑπὲρ τοῦ στόματος· πρὸς δὲ τοὺς τρισπιθάμους πόλεμον εἶναι ταῖς γεράνοις (ὃν καὶ Ὅμηρον δηλοῦν) καὶ τοῖς πέρδιξιν, οὓς χηνομεγέθεις εἶναι· τούτους δʼ ἐκλέγειν αὐτῶν τὰ ᾠὰ καὶ φθείρειν· ἐκεῖ γὰρ ᾠοτοκεῖν τὰς γεράνους· διόπερ μηδαμοῦ μήτʼ ᾠὰ εὑρίσκεσθαι γεράνων, μήτʼ οὖν νεόττια· πλειστάκις δʼ ἐκπίπτειν γέρανον χαλκῆν ἔχουσαν ἀκίδα ἀπὸ τῶν ἐκεῖθεν πληγμάτων. ὅμοια δὲ καὶ τὰ περὶ τῶν ἐνωτοκοιτῶν καὶ τῶν ἀγρίων ἀνθρώπων καὶ ἄλλων τερατωδῶν. τοὺς μὲν οὖν ἀγρίους μὴ κομισθῆναι παρὰ Σανδρόκοττον· ἀποκαρτερεῖν γάρ· ἔχειν δὲ τὰς μὲν πτέρνας πρόσθεν, τοὺς δὲ ταρσοὺς ὄπισθεν καὶ τοὺς δακτύλους. ἀστόμους δέ τινας ἀχθῆναι ἡμέρους ἀνθρώπους· οἰκεῖν δὲ περὶ τὰς πηγὰς τοῦ Γάγγου, τρέφεσθαι δʼ ἀτμοῖς ὀπτῶν κρεῶν καὶ καρπῶν καὶ ἀνθέων ὀσμαῖς, ἀντὶ τῶν στομάτων ἔχοντας ἀναπνοάς, χαλεπαίνειν δὲ τοῖς δυσώδεσι, καὶ διὰ τοῦτο περιγίνεσθαι μόλις καὶ μάλιστα ἐν στρατοπέδῳ. περὶ δὲ τῶν ἄλλων διηγεῖσθαι τοὺς φιλοσόφους, ὠκύποδάς τε ἱστοροῦντας ἵππων μᾶλλον ἀπιόντας, ἐνωτοκοίτας τε ποδήρη τὰ ὦτα ἔχοντας ὡς ἐγκαθεύδειν, ἰσχυροὺς δʼ ὥστʼ ἀνασπᾶν δένδρα καὶ ῥήττειν νευράν, μονομμάτους τε ἄλλους ὦτα μὲν ἔχοντας κυνὸς ἐν μέσῳ δὲ τῷ μετώπῳ τὸν ὀφθαλμόν, ὀρθοχαίτας, λασίους τὰ στήθη· τοὺς δὲ ἀμύκτηρας εἶναι παμφάγους ὠμοφάγους ὀλιγοχρονίους πρὸ γήρως θνήσκοντας· τοῦ δὲ στόματος τὸ ἄνω προχειλότερον εἶναι πολύ. περὶ δὲ τῶν χιλιετῶν Ὑπερβορέων τὰ αὐτὰ λέγει Σιμωνίδῃ καὶ Πινδάρῳ καὶ ἄλλοις μυθολόγοις. μῦθος δὲ καὶ τὸ ὑπὸ Τιμαγένους λεχθὲν ὅτι χαλκὸς ὕοιτο σταλαγμοῖς χαλκοῖς καὶ σύροιτο. ἐγγυτέρω δὲ πίστεώς φησιν ὁ Μεγασθένης ὅτι οἱ ποταμοὶ καταφέροιεν ψῆγμα χρυσοῦ καὶ ἀπʼ αὐτοῦ φόρος ἀπάγοιτο τῷ βασιλεῖ· τοῦτο γὰρ καὶ ἐν Ἰβηρίᾳ συμβαίνει.