τῶν δὲ χορτοφόρων καὶ διδασκάλων εἴ τινα παρὰ θυμὸν ἀπέκτειναν, οὕτως ἐπιποθοῦσιν ὥσθʼ ὑπʼ ἀνίας ἀπέχεσθαι τροφῆς, ἔστι δʼ ὅτε καὶ ἀποκαρτερεῖν.βιβάζονται δὲ καὶ τίκτουσιν ὡς ἵπποι τοῦ ἔαρος μάλιστα· καιρὸς δʼ ἐστὶ τῷ μὲν ἄρρενι, ἐπειδὰν οἴστρῳ κατέχηται καὶ ἀγριαίνῃ· τότε δὴ καὶ λίπους τι διὰ τῆς ἀναπνοῆς ἀνίησιν, ἣν ἴσχει παρὰ τοὺς κροτάφους· ταῖς δὲ θηλείαις, ὅταν ὁ αὐτὸς οὗτος πόρος ἀνεῳγὼς τυγχάνῃ. κύουσι δὲ τοὺς μὲν πλείστους ὀκτωκαίδεκα μῆνας ἐλαχίστους δʼ ἑκκαίδεκα· τρέφει δʼ ἡ μήτηρ ἓξ ἔτη· ζῶσι δʼ ὅσον μακροβιώτατοι ἄνθρωποι οἱ πολλοί, τινὲς δὲ καὶ ἐπὶ διακόσια διατείνουσιν ἔτη· πολύνοσοι δὲ καὶ δυσίατοι. ἄκος δὲ πρὸς ὀφθαλμίαν μὲν βόειον γάλα προσκλυζόμενον, τοῖς πλείστοις δὲ τῶν νοσημάτων ὁ μέλας οἶνος πινόμενος, τραύμασι δὲ ποτὸν μὲν βούτυρον (ἐξάγει γὰρ τὰ σιδήρια), τὰ δʼ ἕλκη σαρξὶν ὑείαις πυριῶσιν. Ὀνησίκριτος δὲ καὶ ἕως τριακοσίων ἐτῶν ζῆν φησι, σπάνιον δὲ καὶ ἕως πεντακοσίων, κρατίστους δʼ εἶναι περὶ τὰ διακόσια ἔτη, κυΐσκεσθαι δὲ δεκαετίαν. μείζους δὲ τῶν Λιβυκῶν καὶ ἐρρωμενεστέρους ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι· ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιρεῖν καὶ δένδρα ἀνασπᾶν πρόρριζα διανισταμένους εἰς τοὺς ὀπισθίους πόδας. Νέαρχος δὲ καὶ ποδάγρας ἐν ταῖς θήραις τίθεσθαι κατά τινας συνδρόμους φησί, συνελαύνεσθαι δʼ ὑπὸ τῶν τιθασῶν τοὺς ἀγρίους εἰς ταύτας, κρειττόνων ὄντων καὶ ἡνιοχουμένων. οὕτως δʼ εὐτιθασεύτους εἶναι, ὥστε καὶ λιθάζειν ἐπὶ σκοπὸν μανθάνειν καὶ ὅπλοις χρῆσθαι νεῖν τε κάλλιστα· μέγιστόν τε νομίζεσθαι κτῆμα ἐλεφάντων ἅρμα· ἄγεσθαι δʼ ὑπὸ ζυγὸν * καὶ καμήλους· γυναῖκα δʼ εὐδοκιμεῖν εἰ λάβοι παρὰ ἐραστοῦ δῶρον ἐλέφαντα. οὗτος δʼ ὁ λόγος οὐχ ὁμολογεῖ τῷ φήσαντι μόνων βασιλέων εἶναι κτῆμα ἵππον καὶ ἐλέφαντα.τῶν δὲ μυρμήκων τῶν χρυσωρύχων δέρματα ἰδεῖν φησιν οὗτος παρδαλέαις ὅμοια. Μεγασθένης δὲ περὶ τῶν μυρμήκων οὕτω φησὶν ὅτι ἐν Δέρδαις, ἔθνει μεγάλῳ τῶν προσεῴων καὶ ὀρεινῶν Ἰνδῶν, ὀροπέδιον εἴη τρισχιλίων πως τὸν κύκλον σταδίων· ὑποκειμένων δὲ τούτῳ χρυσωρυχείων οἱ μεταλλεύοντες εἶεν μύρμηκες, θηρία ἀλωπέκων οὐκ ἐλάττω, τάχος ὑπερφυὲς ἔχοντα καὶ ζῶντα ἀπὸ θήρας· ὀρύττει δὲ χειμῶνι τὴν γῆν, σωρεύει τε πρὸς τοῖς στομίοις, καθάπερ οἱ ἀσφάλακες· ψῆγμα δʼ ἐστὶ χρυσοῦ μικρᾶς ἑψήσεως δεόμενον· τοῦθʼ ὑποζυγίοις μετίασιν οἱ πλησιόχωροι λάθρᾳ· φανερῶς γὰρ διαμάχονται καὶ διώκουσι φεύγοντας, καταλαβόντες δὲ διαχρῶνται καὶ αὐτοὺς καὶ τὰ ὑποζύγια. πρὸς δὲ τὸ λαθεῖν κρέα θήρεια προτιθέασι κατὰ μέρη· περισπασθέντων δʼ ἀναιροῦνται τὸ ψῆγμα καὶ τοῦ τυχόντος τοῖς ἐμπόροις ἀργὸν διατίθενται, χωνεύειν οὐκ εἰδότες.Ἐπεὶ δʼ ἐν τῷ περὶ τῶν θηρευτῶν λόγῳ καὶ περὶ τῶν θηρίων ἐμνήσθημεν ὧν τε Μεγασθένης εἶπε καὶ ἄλλοι, προσθετέον καὶ ταῦτα. ὁ μὲν γὰρ Νέαρχος τὸ τῶν ἑρπετῶν θαυμάζει πλῆθος καὶ τὴν κακίαν· ἀναφεύγειν γὰρ ἐκ τῶν πεδίων εἰς τὰς κατοικίας τὰς διαλανθανούσας ἐν ταῖς ἐπικλύσεσι καὶ πληροῦν τοὺς οἴκους· διὰ δὴ τοῦτο καὶ ὑψηλὰς ποιεῖσθαι τὰς κλίνας, ἔστι δʼ ὅτε καὶ ἐξοικίζεσθαι πλεονασάντων· εἰ δὲ μὴ τὸ πολὺ τοῦ πλήθους ὑπὸ τῶν ὑδάτων διεφθείρετο, κἂν ἐρημωθῆναι τὴν χώραν. καὶ τὴν μικρότητα δʼ αὐτῶν εἶναι χαλεπὴν καὶ τὴν ὑπερβολὴν τοῦ μεγέθους, τὴν μὲν διὰ τὸ δυσφύλακτον τὴν δὲ διʼ ἰσχύν, ὅπου καὶ ἑκκαιδεκαπήχεις ἐχίδνας ὁρᾶσθαι· ἐπῳδοὺς δὲ περιφοιτᾶν ἰᾶσθαι πεπιστευμένους, καὶ εἶναι σχεδόν τι μόνην ταύτην ἰατρικήν· μηδὲ γὰρ νόσους εἶναι πολλὰς διὰ τὴν λιτότητα τῆς διαίτης καὶ τὴν ἀοινίαν· εἰ δὲ γένοιντο, ἰᾶσθαι τοὺς σοφιστάς. Ἀριστόβουλος δὲ τῶν θρυλουμένων μεγεθῶν οὐδὲν ἰδεῖν φησιν, ἔχιδναν δὲ μόνον ἐννέα πηχῶν καὶ σπιθαμῆς. καὶ ἡμεῖς δʼ ἐν Αἰγύπτῳ κομισθεῖσαν ἐκεῖθεν τηλικαύτην πως εἴδομεν. ἔχεις δὲ πολλούς φησι πολὺ ἐλάττους καὶ ἀσπίδας, σκορπίους δὲ μεγάλους. οὐδὲν δὲ τούτων οὕτως ὀχλεῖν ὡς τὰ λεπτὰ ὀφείδια οὐ μείζω σπιθαμιαίων· εὑρίσκεσθαι γὰρ ἐν σκηναῖς, ἐν σκεύεσιν, ἐν θριγγοῖς ἐγκεκρυμμένα· τοὺς δὲ πληγέντας αἱμορροεῖν ἐκ παντὸς πόρου μετὰ ἐπωδυνίας, ἔπειτα ἀποθνήσκειν, εἰ μὴ βοηθήσει τις εὐθύς· τὴν δὲ βοήθειαν ῥᾳδίαν εἶναι διὰ τὴν ἀρετὴν τῶν Ἰνδικῶν ῥιζῶν καὶ φαρμάκων. κροκοδείλους τε οὔτε πολλοὺς οὔτε βλαπτικοὺς ἀνθρώπων ἐν τῷ Ἰνδῷ φησιν εὑρίσκεσθαι, καὶ τὰ ἄλλα δὲ ζῷα τὰ πλεῖστα τὰ αὐτὰ ἅπερ ἐν τῷ Νείλῳ γεννᾶσθαι πλὴν ἵππου ποταμίου· Ὀνησίκριτος δὲ καὶ τοῦτόν φησι γεννᾶσθαι. τῶν δʼ ἐκ θαλάττης φησὶν ὁ Ἀριστόβουλος εἰς μὲν τὸν Νεῖλον ἀνατρέχειν μηδὲν ἔξω θρίσσης καὶ κεστρέως καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, ἐν δὲ τῷ Ἰνδῷ πλῆθος·τῶν δὲ καρίδων τὰς μὲν μικρὰς μέχρι * ὄρους ἀναθεῖν, τὰς δὲ μεγάλας μέχρι τῶν συμβολῶν τοῦ τε Ἰνδοῦ καὶ τοῦ Ἀκεσίνου. περὶ μὲν οὖν τῶν θηρίων τοσαῦτα λέγεται· ἐπανιόντες δʼ ἐπὶ τὸν Μεγασθένη λέγωμεν τὰ ἑξῆς ὧν ἀπελίπομεν.μετὰ γὰρ τοὺς θηρευτὰς καὶ τοὺς ποιμένας τέταρτόν φησιν εἶναι μέρος τοὺς ἐργαζομένους τὰς τέχνας καὶ τοὺς καπηλικοὺς καὶ οἷς ἀπὸ τοῦ σώματος ἡ ἐργασία· ὧν οἱ μὲν φόρον τελοῦσι καὶ λειτουργίας παρέχονται τακτάς, τοῖς δʼ ὁπλοποιοῖς καὶ ναυπηγοῖς μισθοὶ καὶ τροφαὶ παρὰ βασιλέως ἔκκεινται· μόνῳ γὰρ ἐργάζονται· παρέχει δὲ τὰ μὲν ὅπλα τοῖς στρατιώταις ὁ στρατοφύλαξ, τὰς δὲ ναῦς μισθοῦ τοῖς πλέουσιν ὁ ναύαρχος καὶ τοῖς ἐμπόροις.