Ἐπὶ δὲ τῇ συμβολῇ τούτου τε καὶ τοῦ ἄλλου ποταμοῦ Ἐραννοβόα τὰ Παλίβοθρα ἱδρῦσθαι σταδίων ὀγδοήκοντα τὸ μῆκος πλάτος δὲ πεντεκαίδεκα ἐν παραλληλογράμμῳ σχήματι, ξύλινον περίβολον ἔχουσαν κατατετρημένον ὥστε διὰ τῶν ὀπῶν τοξεύειν· προκεῖσθαι δὲ καὶ τάφρον φυλακῆς τε χάριν καὶ ὑποδοχῆς τῶν ἐκ τῆς πόλεως ἀπορροιῶν. τὸ δʼ ἔθνος ἐν ᾧ ἡ πόλις αὕτη καλεῖσθαι Πρασίους, διαφορώτατον τῶν πάντων· τὸν δὲ βασιλεύοντα ἐπώνυμον δεῖν τῆς πόλεως εἶναι, Παλίβοθρον καλούμενον πρὸς τῷ ἰδίῳ τῷ ἐκ γενετῆς ὀνόματι, καθάπερ τὸν Σανδρόκοττον, πρὸς ὃν ἧκεν ὁ Μεγασθένης πεμφθείς. τοιοῦτο δὲ καὶ τὸ παρὰ τοῖς Παρθυαίοις· Ἀρσάκαι γὰρ καλοῦνται πάντες, ἰδίᾳ δὲ ὁ μὲν Ὀρώδης ὁ δὲ Φραάτης ὁ δʼ ἄλλο τι.Ἀρίστη δʼ ὁμολογεῖται πᾶσα ἡ τοῦ Ὑπάνιος πέραν· οὐκ ἀκριβοῦνται δέ, ἀλλὰ διὰ τὴν ἄγνοιαν καὶ τὸν ἐκτοπισμὸν λέγεται πάντʼ ἐπὶ τὸ μεῖζον ἢ τὸ τερατωδέστερον· οἷα τὰ τῶν χρυσωρύχων μυρμήκων καὶ ἄλλων θηρίων τε καὶ ἀνθρώπων ἰδιομόρφων καὶ δυνάμεσί τισιν ἐξηλλαγμένων, ὡς τοὺς Σῆρας μακροβίους φασὶ πέρα καὶ διακοσίων ἐτῶν παρατείνοντας. λέγουσι δὲ καὶ ἀριστοκρατικήν τινα σύνταξιν πολιτείας αὐτόθι ἐκ πεντακισχιλίων βουλευτῶν συνεστῶσαν, ὧν ἕκαστον παρέχεσθαι τῷ κοινῷ ἐλέφαντα. καὶ τίγρεις δʼ ἐν τοῖς Πρασίοις φησὶν ὁ Μεγασθένης μεγίστους γίνεσθαι, σχεδὸν δέ τι καὶ διπλασίους λεόντων, δυνατοὺς δὲ ὥστε τῶν ἡμέρων τινὰ ἀγόμενον ὑπὸ τεττάρων τῷ ὀπισθίῳ σκέλει δραξάμενον ἡμιόνου βιάσασθαι καὶ ἑλκύσαι πρὸς ἑαυτόν. κερκοπιθήκους δὲ μείζους τῶν μεγίστων κυνῶν, λευκοὺς πλὴν τοῦ προσώπου, τοῦτο δʼ εἶναι μέλαν, παρʼ ἄλλοις δʼ ἀνάπαλιν· τὰς δὲ κέρκους μείζους δυεῖν πηχέων· ἡμερωτάτους δὲ καὶ οὐ κακοήθεις περὶ ἐπιθέσεις καὶ κλοπάς. λίθους δʼ ὀρύττεσθαι λιβανόχρους γλυκυτέρους σύκων ἢ μέλιτος. ἀλλαχοῦ δὲ διπήχεις ὄφεις ὑμενοπτέρους ὥσπερ αἱ νυκτερίδες· καὶ τούτους δὲ νύκτωρ πέτεσθαι, σταλαγμοὺς ἀφιέντας οὔρων, τοὺς δὲ ἱδρώτων, διασήποντας τὸν χρῶτα τοῦ μὴ φυλαξαμένου· καὶ σκορπίους εἶναι πτηνούς, ὑπερβάλλοντας μεγέθεσι· φύεσθαι δὲ καὶ ἔβενον· εἶναι δὲ καὶ κύνας ἀλκίμους, οὐ πρότερον μεθιέντας τὸ δηχθὲν πρὶν εἰς τοὺς ῥώθωνας ὕδωρ καταχυθῆναι· ἐνίους δʼ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμούς, τοῖς δὲ καὶ ἐκπίπτειν, κατασχεθῆναι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον, τὸν δὲ ταῦρον καὶ ἀποθανεῖν κρατούμενον τοῦ ῥύγχους πρότερον ἢ ἀφεθῆναι.Ἐν δὲ τῇ ὀρεινῇ Σίλαν ποταμὸν εἶναι ᾧ μηδὲν ἐπιπλεῖ· Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς Ἀσίας πεπλανημένον· καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ, καίπερ ἀέρων ὄντων λεπτῶν οἷς οὐδὲν ἐποχεῖται πτηνόν· ἔτι δὲ τῶν ἀναφερομένων ἀτμῶν ἐπισπαστικοί τινές εἰσι πρὸς ἑαυτοὺς καὶ οἷον ῥοφητικοὶ τοῦ ὑπερπετοῦς, ὡς τὸ ἤλεκτρον τοῦ ἀχύρου καὶ ἡ σιδηρῖτις τοῦ σιδήρου· τάχα δὲ καὶ καθʼ ὕδατος τοιαῦταί τινες εἶεν ἂν δυνάμεις. ταῦτα μὲν οὖν φυσιολογίας ἔχεταί τινος καὶ τῆς περὶ τῶν ὀχουμένων πραγματείας, ὥστε ἐν ἐκείνοις ἐπισκεπτέον· νυνὶ δʼ ἔτι καὶ ταῦτα προσληπτέον καὶ ὅσα ἄλλα τῆς γεωγραφίας ἐγγυτέρω.φησὶ δὴ τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ἑπτὰ μέρη διῃρῆσθαι, καὶ πρώτους μὲν τοὺς φιλοσόφους εἶναι κατὰ τιμήν, ἐλαχίστους δὲ κατʼ ἀριθμόν· χρῆσθαι δʼ αὐτοῖς ἰδίᾳ μὲν ἑκάστῳ τοὺς θύοντας ἢ τοὺς ἐναγίζοντας, κοινῇ δὲ τοὺς βασιλέας κατὰ τὴν μεγάλην λεγομένην σύνοδον, καθʼ ἣν τοῦ νέου ἔτους ἅπαντες οἱ φιλόσοφοι τῷ βασιλεῖ συνελθόντες ἐπὶ θύρας ὅ τι ἂν αὐτῶν ἕκαστος συντάξῃ τῶν χρησίμων ἢ τηρήσῃ πρὸς εὐετηρίαν καρπῶν τε καὶ ζῴων καὶ περὶ πολιτείας, προσφέρει τοῦτʼ εἰς τὸ μέσον· ὃς δʼ ἂν τρὶς ἐψευσμένος ἁλῷ, νόμος ἐστὶ σιγᾶν διὰ βίου· τὸν δὲ κατορθώσαντα ἄφορον καὶ ἀτελῆ κρίνουσι.δεύτερον δὲ μέρος εἶναι τὸ τῶν γεωργῶν, οἳ πλεῖστοί τέ εἰσι καὶ ἐπιεικέστατοι ἀστρατείᾳ καὶ ἀδείᾳ τοῦ ἐργάζεσθαι, πόλει μὴ προσιόντες μηδʼ ἄλλῃ χρείᾳ μηδʼ ὀχλήσει κοινῇ· πολλάκις γοῦν ἐν τῷ αὐτῷ χρόνῳ καὶ τόπῳ τοῖς μὲν παρατετάχθαι συμβαίνει καὶ διακινδυνεύειν πρὸς τοὺς πολεμίους, οἱ δʼ ἀροῦσιν ἢ σκάπτουσιν ἀκινδύνως, προμάχους ἔχοντες ἐκείνους. ἔστι δʼ ἡ χώρα βασιλικὴ πᾶσα· μισθοῦ δʼ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν.τρίτον τὸ τῶν ποιμένων καὶ θηρευτῶν, οἷς μόνοις ἔξεστι θηρεύειν καὶ θρεμματοτροφεῖν ὤνιά τε παρέχειν καὶ μισθοῦ ζεύγη· ἀντὶ δὲ τοῦ τὴν γῆν ἐλευθεροῦν θηρίων καὶ τῶν σπερμολόγων ὀρνέων μετροῦνται παρὰ τοῦ βασιλέως σῖτον, πλάνητα καὶ σκηνίτην νεμόμενοι βίον. ἵππον δὲ καὶ ἐλέφαντα τρέφειν οὐκ ἔξεστιν ἰδιώτῃ· βασιλικὸν δʼ ἑκάτερον νενόμισται τὸ κτῆμα, καὶ εἰσὶν αὐτῶν ἐπιμεληταί.θήρα δὲ τῶν θηρίων τούτων τοιάδε. χωρίον ψιλὸν ὅσον τεττάρων ἢ πέντε σταδίων τάφρῳ περιχαράξαντες βαθείᾳ γεφυροῦσι τὴν εἴσοδον στενωτάτῃ γεφύρᾳ· εἶτʼ εἰσαφιᾶσι θηλείας τὰς ἡμερωτάτας τρεῖς ἢ τέτταρας, αὐτοὶ δʼ ἐν καλυβίοις κρυπτοῖς ὑποκάθηνται λοχῶντες· ἡμέρας μὲν οὖν οὐ προσίασιν οἱ ἄγριοι, νύκτωρ δʼ ἐφʼ ἕνα ποιοῦνται τὴν εἴσοδον· εἰσιόντων δὲ κλείουσι τὴν εἴσοδον λάθρᾳ, εἶτα τῶν ἡμέρων ἀθλητῶν τοὺς ἀλκιμωτάτους εἰσάγοντες διαμάχονται πρὸς αὐτούς, ἅμα καὶ λιμῷ καταπονοῦντες· ἤδη δὲ καμνόντων οἱ εὐθαρσέστατοι τῶν ἡνιόχων λάθρᾳ καταβαίνοντες ὑποδύνουσιν ἕκαστος τῇ γαστρὶ τοῦ οἰκείου ὀχήματος· ὁρμώμενος δʼ ἐνθένδε ὑποδύνει τῷ ἀγρίῳ καὶ σύμποδα δεσμεῖ· γενομένου δὲ τούτου κελεύουσι τοῖς τιθασοῖς τύπτειν τοὺς συμποδισθέντας ἕως ἂν πέσωσιν εἰς τὴν γῆν, πεσόντων δʼ ὠμοβοΐνοις ἱμᾶσι προσλαμβάνονται τοὺς αὐχένας αὐτῶν πρὸς τοὺς τῶν τιθασῶν· ἵνα δὲ μὴ σειόμενοι τοὺς ἀναβαίνειν ἐπʼ αὐτοὺς ἐπιχειροῦντας ἀποσείοιντο, τοῖς τραχήλοις αὐτῶν ἐμβάλλονται κύκλῳ τομὰς καὶ κατʼ αὐτὰς τοὺς ἱμάντας περιτιθέασιν ὥσθʼ ὑπʼ ἀλγηδόνων εἴκειν τοῖς δεσμοῖς καὶ ἡσυχάζειν· τῶν δʼ ἁλόντων ἀπολέξαντες τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας τοὺς λοιποὺς ἀπάγουσιν εἰς τοὺς σταθμούς, δήσαντες δὲ τοὺς μὲν πόδας πρὸς ἀλλήλους τοὺς δὲ αὐχένας πρὸς κίονα εὖ πεπηγότα, δαμάζουσι λιμῷ· ἔπειτα χλόῃ καλάμου καὶ πόας ἀναλαμβάνουσι· μετὰ δὲ ταῦτα πειθαρχεῖν διδάσκουσι, τοὺς μὲν διὰ λόγου τοὺς δὲ μελισμῷ τινι καὶ τυμπανισμῷ κηλοῦντες· σπάνιοι δʼ οἱ δυστιθάσευτοι· φύσει γὰρ διάκεινται πράως καὶ ἡμέρως, ὥστʼ ἐγγὺς εἶναι λογικῷ ζῴῳ· οἱ δὲ καὶ ἐξαίμους τοὺς ἡνιόχους ἐν τοῖς ἀγῶσι πεσόντας ἀνελόμενοι σώζουσιν ἐκ τῆς μάχης, τοὺς δὲ ὑποδύντας μεταξὺ τῶν προσθίων ποδῶν ὑπερμαχόμενοι διέσωσαν·