Ἐν δὲ τῇ Σωπείθους καὶ τὰς τῶν κυνῶν ἀρετὰς διηγοῦνται θαυμαστάς· λαβεῖν γοῦν τὸν Ἀλέξανδρον παρὰ τοῦ Σωπείθους κύνας πεντήκοντα καὶ ἑκατόν· διαπείρας δὲ χάριν λέοντι προσαφέντας δύο, κρατουμένων αὐτῶν, δύο ἄλλους ἐπαφεῖναι· τότε δʼ ἤδη καθεστώτων εἰς ἀντίπαλα τὸν μὲν Σωπείθη κελεῦσαι τῶν κυνῶν ἕνα ἀποσπᾶν τοῦ σκέλους τινὰ λαβόμενον, ἐὰν δὲ μὴ ὑπακούῃ ἀποτεμεῖν· τὸν Ἀλέξανδρον δὲ κατʼ ἀρχὰς μὲν οὐ συγχωρεῖν ἀποτεμεῖν φειδόμενον τοῦ κυνός, εἰπόντος δʼ ὅτι τέτταρας ἀντιδώσω σοι, συγχωρῆσαι καὶ τὸν κύνα περιιδεῖν ἀποτμηθέντα τὸ σκέλος βραδείᾳ τομῇ πρὶν ἀνεῖναι τὸ δῆγμα.̔η μὲν οὖν μέχρι τοῦ Ὑδάσπου ὁδὸς τὸ πλέον ἦν ἐπὶ μεσημβρίαν, ἡ δʼ ἐνθένδε πρὸς ἕω μᾶλλον μέχρι τοῦ Ὑπάνιος, ἅπασα δὲ τῆς ὑπωρείας μᾶλλον ἢ τῶν πεδίων ἐχομένη. ὁ δʼ οὖν Ἀλέξανδρος ἀπὸ τοῦ Ὑπάνιος ἀναστρέψας ἐπὶ τὸν Ὑδάσπην καὶ τὸν ναύσταθμον ἠρτικρότει τὸν στόλον, εἶτʼ ἔπλει τῷ Ὑδάσπῃ. πάντες δʼ οἱ λεχθέντες ποταμοὶ συμβάλλουσιν εἰς ἕνα τὸν Ἰνδόν, ὕστατος δʼ ὁ Ὕπανις· πεντεκαίδεκα δὲ τοὺς σύμπαντας συρρεῖν φασι τούς γε ἀξιολόγους· πληρωθεὶς δʼ ἐκ πάντων ὥστε καὶ ἐφʼ ἑκατὸν σταδίους, ὡς οἱ μὴ μετριάζοντές φασιν, εὐρύνεσθαι κατά τινας τόπους, ὡς δʼ οἱ μετριώτεροι, πεντήκοντα τὸ πλεῖστον ἐλάχιστον δὲ ἑπτά, ἔπειτα δυσὶ στόμασιν εἰς τὴν νοτίαν ἐκδίδωσι θάλατταν καὶ τὴν Παταληνὴν προσαγορευομένην ποιεῖ νῆσον. ταύτην δʼ ἔσχε τὴν διάνοιαν Ἀλέξανδρος, ἀφεὶς τὰ πρὸς ἕω μέρη πρῶτον μὲν διὰ τὸ κωλυθῆναι διαβῆναι τὸν Ὕπανιν, ἔπειτα καὶ ψευδῆ καταμαθὼν τῇ πείρᾳ τὸν προκατέχοντα λόγον ὡς ἔκπυρα εἴη καὶ θηρίοις μᾶλλον οἰκήσιμα τὰ ἐν τοῖς πεδίοις ἢ ἀνθρωπείῳ γένει· διόπερ ὥρμησεν ἐπὶ ταῦτα ἀφεὶς ἐκεῖνα, ὥστε καὶ ἐγνώσθη ταῦτα ἀντʼ ἐκείνων ἐπὶ πλέον.̔η μὲν οὖν μεταξὺ τοῦ Ὑπάνιος καὶ τοῦ Ὑδάσπου λέγεται ἐννέα ἔχειν ἔθνη, πόλεις δὲ εἰς πεντακισχιλίας οὐκ ἐλάττους Κῶ τῆς Μεροπίδος· δοκεῖ δὲ πρὸς ὑπερβολὴν εἰρῆσθαι τὸ πλῆθος· ἡ δὲ μεταξὺ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου εἴρηται σχεδόν τι ὑφʼ ὧν οἰκεῖται τῶν ἀξίων μνήμης. κάτω δʼ ἑξῆς εἰσιν οἵ τε Σίβαι λεγόμενοι, περὶ ὧν καὶ πρότερον ἐμνήσθημεν, καὶ Μαλλοὶ καὶ Συδράκαι μεγάλα ἔθνη· καὶ Μαλλοὶ μὲν παρʼ οἷς ἀποθανεῖν ἐκινδύνευσεν Ἀλέξανδρος τρωθεὶς ἐν ἁλώσει πολίχνης τινός, Συδράκαι δὲ οὓς τοῦ Διονύσου συγγενεῖς ἔφαμεν μεμυθεῦσθαι. πρὸς αὐτῇ δʼ ἤδη τῇ Παταληνῇ τήν τε τοῦ Μουσικανοῦ λέγουσι καὶ τὴν Σάβου, τὰ Σινδόμανα, καὶ ἔτι τὴν Πορτικανοῦ καὶ ἄλλων ὧν ἐκράτησεν ἁπάντων Ἀλέξανδρος, τὴν τοῦ Ἰνδοῦ παροικούντων ποταμίαν, ὑστάτης δὲ τῆς Παταληνῆς ἣν ὁ Ἰνδὸς ποιεῖ σχισθεὶς εἰς δύο προχοάς. Ἀριστόβουλος μὲν οὖν εἰς χιλίους σταδίους διέχειν ἀλλήλων φησὶν αὐτάς, Νέαρχος δʼ ὀκτακοσίους προστίθησιν, Ὀνησίκριτος δὲ τὴν πλευρὰν ἑκάστην τῆς ἀπολαμβανομένης νήσου τριγώνου τὸ σχῆμα δισχιλίων, τοῦ δὲ ποταμοῦ τὸ πλάτος καθʼ ὃ σχίζεται εἰς τὰ στόματα ὅσον διακοσίων· καλεῖ δὲ τὴν νῆσον Δέλτα καί φησιν ἴσην εἶναι τοῦ κατʼ Αἴγυπτον Δέλτα, οὐκ ἀληθὲς τοῦτο λέγων. τὸ γὰρ κατʼ Αἴγυπτον Δέλτα χιλίων καὶ τριακοσίων λέγεται σταδίων ἔχειν τὴν βάσιν, τὰς δὲ πλευρὰς ἑκατέραν ἐλάττω τῆς βάσεως. ἐν δὲ τῇ Παταληνῇ πόλις ἐστὶν ἀξιόλογος τὰ Πάταλα, ἀφʼ ἧς καὶ ἡ νῆσος καλεῖται.φησὶ δʼ Ὀνησίκριτος τὴν πλείστην παραλίαν τὴν ταύτῃ πολὺ τὸ τεναγῶδες ἔχειν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὸ μὴ πνεῖν ἀπογαίους ἀλλʼ ὑπὸ τῶν πελαγίων ἀνέμων κατέχεσθαι τούτους τοὺς τόπους τὸ πλέον. λέγει δὲ καὶ περὶ τῆς Μουσικανοῦ χώρας ἐπὶ πλέον ἐγκωμιάζων αὐτήν, ὧν τινα κοινὰ καὶ ἄλλοις Ἰνδοῖς ἱστόρηται, ὡς τὸ μακρόβιον ὥστε καὶ τριάκοντα ἐπὶ τοῖς ἑκατὸν προσλαμβάνειν (καὶ γὰρ τοὺς Σῆρας ἔτι τούτων μακροβιωτέρους τινές φασι) καὶ τὸ λιτόβιον καὶ τὸ ὑγιεινόν, καίπερ τῆς χώρας ἀφθονίαν ἁπάντων ἐχούσης. ἴδιον δὲ τὸ συσσίτιά τινα Λακωνικὰ αὐτοῖς εἶναι δημοσίᾳ σιτουμένων ὄψα δʼ ἐκ θήρας ἐχόντων, καὶ τὸ χρυσῷ μὴ χρῆσθαι μηδʼ ἀργύρῳ μετάλλων ὄντων, καὶ τὸ ἀντὶ δούλων τοῖς ἐν ἀκμῇ χρῆσθαι νέοις, ὡς Κρῆτες μὲν τοῖς Ἀφαμιώταις Λάκωνες δὲ τοῖς Εἴλωσι· μὴ ἀκριβοῦν δὲ τὰς ἐπιστήμας πλὴν ἰατρικῆς· ἐπί τινων γὰρ κακουργίαν εἶναι τὴν ἐπὶ πλέον ἄσκησιν, οἷον ἐπὶ τῆς πολεμικῆς καὶ τῶν ὁμοίων· δίκην δὲ μὴ εἶναι πλὴν φόνου καὶ ὕβρεως· οὐκ ἐπʼ αὐτῷ γὰρ τὸ μὴ παθεῖν ταῦτα, τὰ δʼ ἐν τοῖς συμβολαίοις ἐπʼ αὐτῷ ἑκάστῳ, ὥστε ἀνέχεσθαι δεῖ ἐάν τις παραβῇ τὴν πίστιν, ἀλλὰ καὶ προσέχειν ὅτῳ πιστευτέον, καὶ μὴ δικῶν πληροῦν τὴν πόλιν.ταῦτα μὲν οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες λέγουσιν. ἐκδέδοται δέ τις καὶ Κρατεροῦ πρὸς τὴν μητέρα Ἀριστοπάτραν ἐπιστολὴ πολλά τε ἄλλα παράδοξα φράζουσα καὶ οὐχ ὁμολογοῦσα οὐδενὶ καὶ δὴ καὶ τὸ μέχρι τοῦ Γάγγου προελθεῖν τὸν Ἀλέξανδρον· αὐτός τέ φησιν ἰδεῖν τὸν ποταμὸν καὶ * κήτη τὰ ἐπʼ αὐτῷ καὶ μέγεθος καὶ πλάτους καὶ βάθους πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς. ὅτι μὲν γὰρ μέγιστος τῶν μνημονευομένων κατὰ τὰς τρεῖς ἠπείρους καὶ μετʼ αὐτὸν ὁ Ἰνδός, τρίτος δὲ καὶ τέταρτος ὁ Ἴστρος καὶ ὁ Νεῖλος, ἱκανῶς συμφωνεῖται· τὰ καθʼ ἕκαστα δʼ ἄλλοι ἄλλως περὶ αὐτοῦ λέγουσιν, οἱ μὲν τριάκοντα σταδίων τοὐλάχιστον πλάτος οἱ δὲ καὶ τριῶν, Μεγασθένης δέ, ὅταν ᾖ μέτριος, καὶ εἰς ἑκατὸν εὐρύνεσθαι, βάθος δὲ εἴκοσιν ὀργυιῶν τοὐλάχιστον.