οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος. ἀλλʼ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διῄρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών· λοιπὴ γάρ ἐστιν ὅλη ἐπʼ εὐθείας ἡ Λυκιακὴ παραλία ταύτῃ, καὶ ἡ τῶν Ῥοδίων περαία μέχρι Φύσκου· ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἡ ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.φήσαντος δὲ τοῦ Ἐφόρου διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη, τρία μὲν Ἑλληνικὰ τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων, ἐπὶ θαλάττῃ μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες, Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῇ μεσογαίᾳ, διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν, ὃ νεώτερόν ἐστι τοῦ Ἐφόρου, τῶν δʼ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατῳκίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον· καταλέγεσθαι δʼ ὑπὸ τοῦ ποιητοῦ τό τε τῶν Τρώων καὶ τῶν νῦν ὀνομαζομένων Παφλαγόνων καὶ Μυσῶν καὶ Φρυγῶν καὶ Καρῶν καὶ Λυκίων, Μῄονάς τε ἀντὶ Λυδῶν καὶ ἄλλους ἀγνῶτας, οἷον Ἁλιζῶνας καὶ Καύκωνας· ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας· Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδʼ ὠνομάσθαι, τοὺς μὲν διὰ τὸ μηδέπω τοὺς τόπους κατῳκηκέναι τούτους, τοὺς δὲ διὰ τὸ ἑτέροις γένεσι περιέχεσθαι, ὡς Ἰδριεῖς μὲν καὶ Τερμίλαι Καρσί, Δολίονες δὲ καὶ Βέβρυκες Φρυξί.φαίνεται δʼ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος. Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν, τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἕω; οἱ γὰρ λέγοντες τὸν ἰσθμὸν τῆς χερρονήσου ταύτης τὴν ἀπὸ Ἰσσοῦ γραμμὴν ἐπὶ τὸν Εὔξεινον, ὡς ἂν μεσημβρινήν τινα τιθέασι ταύτην, ἣν οἱ μὲν εἶναι νομίζουσι τὴν ἐπὶ Σινώπης οἱ δὲ τὴν ἐπʼ Ἀμισοῦ, ἐπὶ δὲ τῶν Χαλύβων οὐδείς· λοξὴ γάρ ἐστι τελέως. ὁ γὰρ δὴ διὰ Χαλύβων μεσημβρινὸς διὰ τῆς μικρᾶς Ἀρμενίας γράφοιτʼ ἂν καὶ τοῦ Εὐφράτου τὴν Καππαδοκίαν ὅλην ἐντὸς ἀπολαμβάνων καὶ τὴν Κομμαγηνὴν καὶ τὸν Ἀμανὸν καὶ τὸν Ἰσσικὸν κόλπον. εἰ δʼ οὖν καὶ τὴν λοξὴν γραμμὴν ὁρίζειν τὸν ἰσθμὸν συγχωρήσαιμεν, τὰ πλεῖστά γε τούτων καὶ μάλιστα ἡ Καππαδοκία ἐντὸς ἀπολαμβάνοιτʼ ἂν καὶ ὁ νῦν ἰδίως λεγόμενος Πόντος τῆς Καππαδοκίας μέρος ὢν τὸ πρὸς τῷ Εὐξείνῳ, ὥστʼ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος, πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ, οὓς καὶ αὐτοὺς παρῆκε. διὰ τί δʼ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας, οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν, ὥσπερ καὶ ἡμεῖς ἀπεδείξαμεν; ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῇ θαλάττῃ φάναι τοὺς δὲ ἐν τῇ μεσογαίᾳ· ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδʼ ὠνόμακε, τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῇ θαλάττῃ μόνον εἴρηκεν. οἱ οὖν ἐπʼ Ἀντιπάτρῳ τῷ Δερβήτῃ καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς Πισίδαις, οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσι τίνα λάβωσι τάξιν; ἀλλʼ οὐδὲ Λυδοὺς οὐδὲ Μῄονας εἴρηκεν, εἴτε δύο εἴθʼ οἱ αὐτοί εἰσι, καὶ εἴτε καθʼ ἑαυτοὺς εἴτʼ ἐν ἑτέρῳ γένει περιεχομένους. οὕτω γὰρ ἐπίσημον ἔθνος οὐκ ἀποκρύψαι δυνατόν, ὅ τε μὴ λέγων περὶ αὐτοῦ μηδὲν οὐκ ἂν δόξειε παραλιπεῖν τι τῶν κυριωτάτων;τίνες δʼ εἰσὶν οἱ μιγάδες; οὐ γὰρ ἂν ἔχοιμεν εἰπεῖν παρὰ τοὺς λεχθέντας τόπους ἢ ὠνομάσθαι ὑπʼ αὐτοῦ ἢ παραλελεῖφθαι ἄλλους οὓς ἀποδώσομεν τοῖς μιγάσιν, οὐδέ γε αὐτῶν τινας τούτων ὧν ἢ εἶπεν ἢ παρέλιπε. καὶ γὰρ εἰ κατεμίχθησαν, ἀλλʼ ἡ ἐπικράτεια πεποίηκεν ἢ Ἕλληνας ἢ βαρβάρους· τρίτον δὲ γένος οὐδὲν ἴσμεν τὸ μικτόν.πῶς δὲ τρία γένη τῶν Ἑλλήνων ἐστὶ τὰ τὴν χερρόνησον οἰκοῦντα; εἰ γάρ, ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι. λεγέσθωσαν καὶ οἱ Δωριεῖς καὶ οἱ Αἰολεῖς οἱ αὐτοί, ὥστε δύο ἔθνη γίνοιτʼ ἄν· εἰ δὲ διαιρετέον κατὰ τὰ ὕστερα ἔθη, καθάπερ καὶ τὰς διαλέκτους, τέτταρα ἂν εἴη καὶ τὰ ἔθνη, καθάπερ καὶ αἱ διάλεκτοι. οἰκοῦσι δὲ τὴν χερρόνησον ταύτην, καὶ μάλιστα κατὰ τὸν τοῦ Ἐφόρου διορισμόν, οὐκ Ἴωνες μόνον ἀλλὰ καὶ Ἀθηναῖοι, καθάπερ ἐν τοῖς καθʼ ἕκαστα δεδήλωται. τοιαῦτα μὲν δὴ πρὸς τὸν Ἔφορον διαπορεῖν ἄξιον· Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδέν, τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν ἑπτακαιδέκατον, τὸ τῶν Γαλατῶν, ἄλλως μὲν χρήσιμον λεχθῆναι, πρὸς δὲ τὴν δίαιταν τῶν ὑπὸ τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐ δέον· εἴρηκε δὲ τὴν αἰτίαν αὐτός, ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκείνου ἡλικίας.μεταβὰς δʼ ἐπὶ τὸν ποιητὴν τοῦτο μὲν ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωικῶν εἰς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει διʼ ἣν οὐ μέμνηταί τινων ὁ ποιητής· ἢ τῷ μήπω τότʼ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι. τὴν γὰρ Καππαδοκίαν οὐκ εἴρηκεν, οὐδὲ τὴν Καταονίαν, ὡς δʼ αὕτως τὴν Λυκαονίαν, διʼ οὐδέτερον τούτων· οὐ γὰρ ἔχομεν τοιαύτην ἱστορίαν ἐπʼ αὐτῶν οὐδεμίαν. γελοῖόν τε τὸ τοὺς Καππάδοκας καὶ Λυκάονας διὰ τί μὲν Ὅμηρος παρέλιπε φροντίσαι καὶ ἀπολογήσασθαι, διὰ τί δʼ Ἔφορος παρῆλθε παρελθεῖν καὶ αὐτόν, καὶ ταῦτα παραθέμενον πρὸς αὐτὸ τοῦτο τὴν ἀπόφασιν τἀνδρός, πρὸς τὸ ἐξετάσαι καὶ διαιτῆσαι· καὶ διότι μὲν Μῄονας ἀντὶ Λυδῶν Ὅμηρος εἶπε διδάξαι, ὅτι δʼ οὔτε Λυδοὺς οὔτε Μῄονας εἴρηκεν Ἔφορος μὴ ἐπισημήνασθαι.