εἶθʼ Ἁλικαρνασός, τὸ βασίλειον τῶν τῆς Καρίας δυναστῶν, Ζεφυρία καλουμένη πρότερον. ἐνταῦθα δʼ ἐστὶν ὅ τε τοῦ Μαυσώλου τάφος, ἓν τῶν ἑπτὰ θεαμάτων, ἔργον, ὅπερ Ἀρτεμισία τῷ ἀνδρὶ κατεσκεύασε, καὶ ἡ Σαλμακὶς κρήνη, διαβεβλημένη οὐκ οἶδʼ ὁπόθεν ὡς μαλακίζουσα τοὺς πιόντας ἀπʼ αὐτῆς. ἔοικε δʼ ἡ τρυφὴ τῶν ἀνθρώπων αἰτιᾶσθαι τοὺς ἀέρας ἢ τὰ ὕδατα· τρυφῆς δʼ αἴτια οὐ ταῦτα, ἀλλὰ πλοῦτος καὶ ἡ περὶ τὰς διαίτας ἀκολασία. ἔχει δʼ ἀκρόπολιν ἡ Ἁλικαρνασός· πρόκειται δʼ αὐτῆς ἡ Ἀρκόνησος. οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο ἄλλοι τε καὶ Ἄνθης μετὰ Τροιζηνίων. ἄνδρες δὲ γεγόνασιν ἐξ αὐτῆς Ἡρόδοτός τε ὁ συγγραφεύς, ὃν ὕστερον Θούριον ἐκάλεσαν διὰ τὸ κοινωνῆσαι τῆς εἰς Θουρίους ἀποικίας, καὶ Ἡράκλειτος ὁ ποιητὴς ὁ Καλλιμάχου ἑταῖρος, καὶ καθʼ ἡμᾶς Διονύσιος ὁ συγγραφεύς.ἔπταισε δὲ καὶ αὕτη ἡ πόλις βίᾳ ληφθεῖσα ὑπὸ Ἀλεξάνδρου. Ἑκατόμνω γὰρ τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ τρεῖς, Μαύσωλος καὶ Ἱδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ὧν τῇ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαύσωλος συνῴκησεν ὁ πρεσβύτατος τῶν ἀδελφῶν, ὁ δὲ δεύτερος Ἱδριεὺς Ἄδᾳ τῇ ἑτέρᾳ ἀδελφῇ· ἐβασίλευσε δὲ Μαύσωλος· τελευτῶν δʼ ἄτεκνος τὴν ἀρχὴν κατέλιπε τῇ γυναικί, ὑφʼ ἧς αὐτῷ κατεσκευάσθη ὁ λεχθεὶς τάφος· φθίσει δʼ ἀποθανούσης διὰ πένθος τοῦ ἀνδρὸς Ἱδριεὺς ἦρξε· καὶ τοῦτον ἡ γυνὴ Ἄδα διεδέξατο νόσῳ τελευτήσαντα· ἐξέβαλε δὲ ταύτην Πιξώδαρος, ὁ λοιπὸς τῶν Ἑκατόμνω παίδων· περσίσας δὲ μεταπέμπεται σατράπην ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς· ἀπελθόντος δʼ ἐκ τοῦ ζῆν καὶ τούτου κατεῖχεν ὁ σατράπης τὴν Ἁλικαρνασὸν ἔχων Ἄδαν γυναῖκα, ἥτις θυγάτηρ ἦν Πιξωδάρου ἐξ Ἀφνηίδος Καππαδοκίσσης γυναικός. ἐπελθόντος δὲ Ἀλεξάνδρου πολιορκίαν ὑπέμεινεν, ἡ δὲ τοῦ Ἑκατόμνω θυγάτηρ Ἄδα, ἣν ὁ Πιξώδαρος ἐξέβαλεν, ἱκετεύει τὸν Ἀλέξανδρον καὶ πείθει κατάγειν αὐτὴν εἰς τὴν ἀφαιρεθεῖσαν βασιλείαν ὑποσχομένη ἐπὶ τὰ ἀφεστῶτα συμπράξειν αὐτῷ· τοὺς γὰρ ἔχοντας οἰκείους ὑπάρχειν αὐτῇ· παρεδίδου δὲ καὶ τὰ Ἄλινδα, ἐν ᾧ διέτριβεν αὐτή· ἐπαινέσας δὲ καὶ βασίλισσαν ἀναδείξας, ἁλούσης τῆς πόλεως πλὴν τῆς ἄκρας (διττὴ δʼ ἦν), ἐκείνῃ πολιορκεῖν ἔδωκεν· ἑάλω δὲ ὀλίγῳ ὕστερον καὶ ἡ ἄκρα, πρὸς ὀργὴν ἤδη καὶ ἀπέχθειαν τῆς πολιορκίας γενομένης.ἑξῆς δʼ ἐστὶν ἄκρα Τερμέριον Μυνδίων, καθʼ ἣν ἀντίκειται τῆς Κῴας ἄκρα Σκανδαρία διέχουσα τῆς ἠπείρου σταδίους τετταράκοντα· ἔστι δὲ καὶ χωρίον Τέρμερον ὑπὲρ τῆς ἄκρας.ἡ δὲ τῶν Κῴων πόλις ἐκαλεῖτο τὸ παλαιὸν Ἀστυπάλαια, καὶ ᾠκεῖτο ἐν ἄλλῳ τόπῳ ὁμοίως ἐπὶ θαλάττῃ· ἔπειτα διὰ στάσιν μετῴκησαν εἰς τὴν νῦν πόλιν περὶ τὸ Σκανδάριον, καὶ μετωνόμασαν Κῶν ὁμωνύμως τῇ νήσῳ. ἡ μὲν οὖν πόλις οὐ μεγάλη, κάλλιστα δὲ πασῶν συνῳκισμένη καὶ ἰδέσθαι τοῖς καταπλέουσιν ἡδίστη. τῆς δὲ νήσου τὸ μέγεθος ὅσον πεντακοσίων σταδίων καὶ πεντήκοντα· εὔκαρπος δὲ πᾶσα, οἴνῳ δὲ καὶ ἀρίστη, καθάπερ Χίος καὶ Λέσβος· ἔχει δὲ πρὸς νότον μὲν ἄκραν τὸν Λακητῆρα (ἀφʼ οὗ ἑξήκοντα εἰς Νίσυρον), πρὸς δὲ τῷ Λακητῆρι χωρίον Ἁλίσαρνα, ἀπὸ δύσεως δὲ τὸ Δρέκανον καὶ κώμην καλουμένην Στομαλίμνην· τοῦτο μὲν οὖν ὅσον διακοσίους τῆς πόλεως διέχει σταδίους· ὁ δὲ Λακητὴρ προσλαμβάνει πέντε καὶ τριάκοντα τῷ μήκει τοῦ πλοῦ. ἐν δὲ τῷ προαστείῳ τὸ Ἀσκληπιεῖον ἔστι, σφόδρα ἔνδοξον καὶ πολλῶν ἀναθημάτων μεστόν, ἐν οἷς ἐστι καὶ ὁ Ἀπελλοῦ Ἀντίγονος. ἦν δὲ καὶ ἡ ἀναδυομένη Ἀφροδίτη, ἣ νῦν ἀνάκειται τῷ θεῷ Καίσαρι ἐν Ῥώμῃ, τοῦ Σεβαστοῦ ἀναθέντος τῷ πατρὶ τὴν ἀρχηγέτιν τοῦ γένους αὐτοῦ· φασὶ δὲ τοῖς Κῴοις ἀντὶ τῆς γραφῆς ἑκατὸν ταλάντων ἄφεσιν γενέσθαι τοῦ προσταχθέντος φόρου. φασὶ δʼ Ἱπποκράτην μάλιστα ἐκ τῶν ἐνταῦθα ἀνακειμένων θεραπειῶν γυμνάσασθαι τὰ περὶ τὰς διαίτας· οὗτός τε δή ἐστι τῶν ἐνδόξων Κῷος ἀνὴρ καὶ Σῖμος ὁ ἰατρός, Φιλητᾶς τε ποιητὴς ἅμα καὶ κριτικός, καὶ καθʼ ἡμᾶς Νικίας ὁ καὶ τυραννήσας Κῴων, καὶ Ἀρίστων ὁ ἀκροασάμενος τοῦ περιπατητικοῦ καὶ κληρονομήσας ἐκεῖνον· ἦν δὲ καὶ Θεόμνηστος ὁ ψάλτης ἐν ὀνόματι, ὃς καὶ ἀντεπολιτεύσατο τῷ Νικίᾳ.ἐν δὲ τῇ παραλίᾳ τῆς ἠπείρου κατὰ τὴν Μυνδίαν Ἀστυπάλαιά ἐστιν ἄκρα καὶ Ζεφύριον· εἶτʼ εὐθὺς ἡ Μύνδος λιμένα ἔχουσα, καὶ μετὰ ταύτην Βαργύλια, καὶ αὕτη πόλις· ἐν δὲ τῷ μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος ὁμώνυμος, ἣν ᾤκουν Καρυανδεῖς. ἐντεῦθεν δʼ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς. πλησίον δʼ ἐστὶ τῶν Βαργυλίων τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς Κινδυάδος, ὃ πεπιστεύκασι περιύεσθαι· ἦν δέ ποτε καὶ χωρίον Κινδύη. ἐκ δὲ τῶν Βαργυλίων ἀνὴρ ἐλλόγιμος ἦν ὁ Ἐπικούρειος Πρώταρχος, ὁ Δημητρίου καθηγησάμενος τοῦ Λάκωνος προσαγορευθέντος.εἶτʼ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ· ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης· εὐοψεῖ γὰρ χώραν τʼ ἔχει παράλυπρον. καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν· κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας· ὡς δʼ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου· τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας· οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται. ὁ δέ τί λέγεις; ἔφη ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν; εἰπόντος δέ εὖ σοι εἴη ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός. ἐντεῦθεν δʼ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατʼ ἀρχὰς μὲν ψευδῶς· Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου· μετήνεγκαν δʼ ἐπʼ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατʼ ἀλήθειαν Κρόνου.