μετὰ δὲ Κώρυκον Ἁλόννησος νησίον· εἶτα τὸ Ἄργεννον, ἄκρα τῆς Ἐρυθραίας πλησιάζουσα μάλιστα τῷ Χίων Ποσειδίῳ ποιοῦντι πορθμὸν ὅσον ἑξήκοντα σταδίων. μεταξὺ δὲ τῶν Ἐρυθρῶν καὶ τοῦ Ὑποκρήμνου Μίμας ἐστὶν ὄρος ὑψηλὸν εὔθηρον πολύδενδρον· εἶτα κώμη Κυβέλεια καὶ ἄκρα Μέλαινα καλουμένη μύλων ἔχουσα λατόμιον.ἐκ δʼ Ἐρυθρῶν Σίβυλλά ἐστιν, ἔνθους καὶ μαντικὴ γυνὴ τῶν ἀρχαίων τις· κατʼ Ἀλέξανδρον δὲ ἄλλη ἦν τὸν αὐτὸν τρόπον μαντική, καλουμένη Ἀθηναΐς, ἐκ τῆς αὐτῆς πόλεως· καὶ καθʼ ἡμᾶς Ἡρακλείδης Ἡροφίλειος ἰατρὸς συσχολαστὴς Ἀπολλωνίου τοῦ Μυός.ἡ δὲ Χίος τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένῳ, πόλιν δʼ ἔχει εὐλίμενον καὶ ναύσταθμον ναυσὶν ὀγδοήκοντα. ἐν δὲ τῷ περίπλῳ δεξιὰν τὴν νῆσον ἔχοντι ἀπὸ τῆς πόλεως πρῶτον μέν ἐστι τὸ Ποσείδιον, εἶτα Φάναι λιμὴν βαθύς, καὶ νεὼς Ἀπόλλωνος καὶ ἄλσος φοινίκων· εἶτα Νότιον ὕφορμος αἰγιαλός· εἶτα Λαΐους, καὶ οὗτος ὕφορμος αἰγιαλός, ὅθεν εἰς τὴν πόλιν ἑξήκοντα σταδίων ἰσθμός· περίπλους δὲ τριακοσίων ἑξήκοντα ὃν ἐπήλθομεν. εἶτα Μέλαινα ἄκρα, καθʼ ἣν τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας, ὑψηλή, πόλιν ὁμώνυμον ἔχουσα· κύκλος δὲ τῆς νήσου τετταράκοντα στάδιοι. εἶθʼ ἡ Ἀριουσία χώρα τραχεῖα καὶ ἀλίμενος σταδίων ὅσον τριάκοντα, οἶνον ἄριστον φέρουσα τῶν Ἑλληνικῶν. εἶτα τὸ Πελιναῖον ὄρος ὑψηλότατον τῶν ἐν τῇ νήσῳ. ἔχει δʼ ἡ νῆσος καὶ λατόμιον μαρμάρου λίθου. ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής· οὗτοι δὲ καὶ ἀντεπολιτεύσαντο ἀλλήλοις. ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου Χῖοι, μαρτύριον μέγα τοὺς Ὁμηρίδας καλουμένους ἀπὸ τοῦ ἐκείνου γένους προχειριζόμενοι, ὧν καὶ Πίνδαρος μέμνηται ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοί ἐκέκτηντο δὲ καὶ ναυτικόν ποτε Χῖοι, καὶ ἀνθήπτοντο τῆς κατὰ θάλατταν ἀρχῆς καὶ ἐλευθερίας. ἐκ Χίου δʼ εἰς Λέσβον νότῳ τετρακόσιοί που στάδιοι.ἐκ δὲ τοῦ Ὑποκρήμνου Χύτριόν ἐστι τόπος, ὅπου πρότερον ἵδρυντο Κλαζομεναί· εἶθʼ ἡ νῦν πόλις νησία ἔχουσα προκείμενα ὀκτὼ γεωργούμενα· Κλαζομένιος δʼ ἦν ἀνὴρ ἐπιφανὴς Ἀναξαγόρας ὁ φυσικός, Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου· διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής. εἶθʼ ἱερὸν Ἀπόλλωνος καὶ θερμὰ ὕδατα καὶ ὁ Σμυρναίων κόλπος καὶ ἡ πόλις.ἑξῆς δὲ ἄλλος κόλπος, ἐν ᾧ ἡ παλαιὰ Σμύρνα ἀπὸ εἴκοσι σταδίων τῆς νῦν. Λυδῶν δὲ κατασπασάντων τὴν Σμύρναν περὶ τετρακόσια ἔτη διετέλεσεν οἰκουμένη κωμηδόν· εἶτα ἀνήγειρεν αὐτὴν Ἀντίγονος, καὶ μετὰ ταῦτα Λυσίμαχος, καὶ νῦν ἐστι καλλίστη τῶν πασῶν, μέρος μέν τι ἔχουσα ἐπʼ ὄρει τετειχισμένον, τὸ δὲ πλέον ἐν πεδίῳ πρὸς τῷ λιμένι καὶ πρὸς τῷ μητρῴῳ καὶ πρὸς γυμνασίῳ. ἔστι δʼ ἡ ῥυμοτομία διάφορος ἐπʼ εὐθειῶν εἰς δύναμιν καὶ αἱ ὁδοὶ λιθόστρωτοι στοαί τε μεγάλαι τετράγωνοι, ἐπίπεδοί τε καὶ ὑπερῷοι· ἔστι δὲ καὶ βιβλιοθήκη καὶ τὸ Ὁμήρειον, στοὰ τετράγωνος, ἔχουσα νεὼν Ὁμήρου καὶ ξόανον· μεταποιοῦνται γὰρ καὶ οὗτοι διαφερόντως τοῦ ποιητοῦ, καὶ δὴ καὶ νόμισμά τι χαλκοῦν παρʼ αὐτοῖς Ὁμήρειον λέγεται. ῥεῖ δὲ πλησίον τοῦ τείχους ὁ Μέλης ποταμός. ἔστι δὲ πρὸς τῇ ἄλλῃ κατασκευῇ τῆς πόλεως καὶ λιμὴν κλειστός. ἓν δʼ ἐλάττωμα τῶν ἀρχιτεκτόνων οὐ μικρόν, ὅτι τὰς ὁδοὺς στορνύντες ὑπορρύσεις οὐκ ἔδωκαν αὐταῖς, ἀλλʼ ἐπιπολάζει τὰ σκύβαλα καὶ μάλιστα ἐν τοῖς ὄμβροις ἐπαφιεμένων τῶν ἀποσκευῶν. ἐνταῦθα Δολοβέλλας Τρεβώνιον ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν, καὶ τῆς πόλεως παρέλυσε πολλὰ μέρη.μετὰ δὲ Σμύρναν αἱ Λεῦκαι πολίχνιον, ὃ ἀπέστησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ φιλομήτορος τελευτήν, δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποιεῖσθαι τὴν ἀρχήν· ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίᾳ περὶ τὴν Κυμαίαν ὑπὸ Ἐφεσίων, εἰς δὲ τὴν μεσόγαιαν ἀνιὼν ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων καὶ δούλων ἐπʼ ἐλευθερίᾳ κατακεκλημένων, οὓς Ἡλιοπολίτας ἐκάλεσε. πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα, εἶτʼ Ἀπολλωνίδα ἔσχεν, εἶτʼ ἄλλων ἐφίετο φρουρίων· οὐ πολὺν δὲ διεγένετο χρόνον, ἀλλʼ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος, καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς. ἔπειτα πρέσβεις Ῥωμαίων πέντε ἧκον, καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος, καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας, ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρίᾳ λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ῥώμην. ἐκεῖνος μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατέστρεψε τὸν βίον, Περπέρναν δὲ νόσος διέφθειρε, Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχῃ. Μάνιος δʼ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα. μετὰ δὲ Λεύκας Φώκαια ἐν κόλπῳ· περὶ δὲ ταύτης εἰρήκαμεν ἐν τῷ περὶ Μασσαλίας λόγῳ. εἶθʼ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων· εἴρηται δὲ καὶ περὶ τούτων. ἐν δὲ τῇ μεσογαίᾳ τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας καὶ τοῦ Μαιάνδρου. ἔστι δὲ καὶ τὰ χωρία ταῦτα Λυδοῖς καὶ Καρσὶν ἐπίμικτα καὶ τοῖς Ἕλλησι.