τὰ δʼ ἑξῆς ἐπὶ τὰ νότια μέρη τοῖς τόποις τούτοις ἐμπλοκὰς ἔχει μέχρι πρὸς τὸν Ταῦρον, ὥστε καὶ τὰ Φρύγια καὶ τὰ Καρικὰ καὶ τὰ Λύδια καὶ ἔτι τὰ τῶν Μυσῶν δυσδιάκριτα εἶναι παραπίπτοντα εἰς ἄλληλα· εἰς δὲ τὴν σύγχυσιν ταύτην οὐ μικρὰ συλλαμβάνει τὸ τοὺς Ῥωμαίους μὴ κατὰ φῦλα διελεῖν αὐτούς, ἀλλὰ ἕτερον τρόπον διατάξαι τὰς διοικήσεις, ἐν αἷς τὰς ἀγοραίους ποιοῦνται καὶ τὰς δικαιοδοσίας. ὁ μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, ἡ δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης ἀπὸ Κελαινῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος, ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέχουσι τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῇ Ἀπαμείᾳ, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες. οὕτω δὲ καὶ οἱ ποταμοὶ καὶ μάλιστα ὁ Μαίανδρος τὰ μὲν διορίζοντες τῶν ἐθνῶν, διʼ ὧν δὲ μέσοι φερόμενοι δύσληπτον ποιοῦσι τἀκριβές· καὶ περὶ τῶν πεδίων δὲ τῶν ἐφʼ ἑκάτερα τῆς τε ὀρεινῆς καὶ τῆς ποταμίας ὁ αὐτὸς λόγος. οὐδʼ ἡμῖν ἴσως ἐπὶ τοσοῦτον φροντιστέον ὡς ἀναγκαῖον χωρομετροῦσιν, ἀλλὰ τοσοῦτον μόνον ὑπογραπτέον ὅσον καὶ οἱ πρὸ ἡμῶν παραδεδώκασι.τῷ δὴ Καϋστριανῷ πεδίῳ μεταξὺ πίπτοντι τῆς τε Μεσωγίδος καὶ τοῦ Τμώλου συνεχές ἐστι πρὸς ἕω τὸ Κιλβιανὸν πεδίον πολύ τε καὶ συνοικούμενον εὖ καὶ χώραν ἔχον σπουδαίαν· εἶτα τὸ Ὑρκάνιον πεδίον, Περσῶν ἐπονομασάντων καὶ ἐποίκους ἀγαγόντων ἐκεῖθεν (ὁμοίως δὲ καὶ τὸ Κύρου πεδίον Πέρσαι κατωνόμασαν)· εἶτα τὸ Πελτηνὸν πεδίον, ἤδη Φρύγιον, καὶ τὸ Κιλλάνιον καὶ τὸ Ταβηνόν, ἔχοντα πολίχνας μιξοφρυγίους ἐχούσας τι καὶ Πισιδικόν, ἀφʼ ὧν αὐτὰ κατωνομάσθη.ὑπερβαλοῦσι δὲ τὴν Μεσωγίδα τὴν μεταξὺ Καρῶν τε καὶ τῆς Νυσαΐδος, ἥ ἐστι χώρα κατὰ τὰ τοῦ Μαιάνδρου πέραν μέχρι τῆς Κιβυράτιδος καὶ τῆς Καβαλίδος, πόλεις εἰσὶ πρὸς μὲν τῇ Μεσωγίδι καταντικρὺ Λαοδικείας Ἱερὰ πόλις, ὅπου τὰ θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα· τὸ μὲν γὰρ ὕδωρ οὕτω ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον ὥστʼ ὀχετοὺς ἐπάγοντες φραγμοὺς ἀπεργάζονται μονολίθους, τὸ δὲ Πλουτώνιον ὑπʼ ὀφρύι μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βεβάθυνται δʼ ἐπὶ πολύ· πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον ὅσον ἡμιπλέθρου τὴν περίμετρον· τοῦτο δὲ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος ὥστε μόγις τοὔδαφος καθορᾶν. τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ὁ ἀήρ, καθαρεύων ἐκείνης τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις· συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου· τῷ δʼ εἴσω παριόντι ζῴῳ θάνατος παραχρῆμα ἀπαντᾷ· ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί, ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν καὶ ἔπεσεν εὐθὺς ἐκπνεύσαντα· οἱ δʼ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ συνέχοντας ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα· ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτʼ ἐπὶ πάντων τῶν οὕτω πεπηρωμένων τοῦτο εἴτε μόνων τῶν περὶ τὸ ἱερόν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκός, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος. τὸ δὲ τῆς ἀπολιθώσεως καὶ ἐπὶ τῶν ἐν Λαοδικείᾳ ποταμῶν φασι συμβαίνειν καίπερ ὄντων ποτίμων. ἔστι δὲ καὶ πρὸς βαφὴν ἐρίων θαυμαστῶς σύμμετρον τὸ κατὰ τὴν Ἱερὰν πόλιν ὕδωρ, ὥστε τὰ ἐκ τῶν ῥιζῶν βαπτόμενα ἐνάμιλλα εἶναι τοῖς ἐκ τῆς κόκκου καὶ τοῖς ἁλουργέσιν· οὕτω δʼ ἐστὶν ἄφθονον τὸ πλῆθος τοῦ ὕδατος ὥστε ἡ πόλις μεστὴ τῶν αὐτομάτων βαλανείων ἐστί.μετὰ δὲ τὴν Ἱερὰν πόλιν τὰ πέραν τοῦ Μαιάνδρου. τὰ μὲν οὖν περὶ Λαοδίκειαν καὶ Ἀφροδισιάδα καὶ τὰ μέχρι Καρούρων εἴρηται· τὰ δʼ ἑξῆς ἐστι τὰ μὲν πρὸς δύσιν ἡ τῶν Ἀντιοχέων πόλις τῶν ἐπὶ Μαιάνδρῳ, τῆς Καρίας ἤδη· τὰ δὲ πρὸς νότον ἡ Κιβύρα ἐστὶν ἡ μεγάλη καὶ ἡ Σίνδα καὶ ἡ Καβαλὶς μέχρι τοῦ Ταύρου καὶ τῆς Λυκίας. ἡ μὲν οὖν Ἀντιόχεια μετρία πόλις ἐστὶν ἐπʼ αὐτῷ κειμένη τῷ Μαιάνδρῳ κατὰ τὸ πρὸς τῇ Φρυγίᾳ μέρος, ἐπέζευκται δὲ γέφυρα· χώραν δʼ ἔχει πολλὴν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ πᾶσαν εὐδαίμονα, πλείστην δὲ φέρει τὴν καλουμένην Ἀντιοχικὴν ἰσχάδα· τὴν δὲ αὐτὴν καὶ τρίφυλλον ὀνομάζουσιν· εὔσειστος δὲ καὶ οὗτός ἐστιν ὁ τόπος. σοφιστὴς δὲ παρὰ τούτοις ἔνδοξος γεγένηται Διοτρέφης, οὗ διήκουσεν Ὑβρέας ὁ καθʼ ἡμᾶς γενόμενος μέγιστος ῥήτωρ.Σολύμους δʼ εἶναί φασι τοὺς Καβαλεῖς· τῆς γοῦν Τερμησσέων ἄκρας ὁ ὑπερκείμενος λόφος καλεῖται Σόλυμος, καὶ αὐτοὶ δὲ οἱ Τερμησσεῖς Σόλυμοι καλοῦνται. πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ αὐτοῦ πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ. ταῦτα δὲ καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ λεγομένοις ὁμολογεῖται· περὶ μὲν γὰρ τοῦ Βελλεροφόντου φησὶν οὕτως δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι. περὶ δὲ τοῦ παιδὸς αὐτοῦ Πείσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανεν. ἡ δὲ Τερμησσός ἐστι Πισιδικὴ πόλις ἡ μάλιστα καὶ ἔγγιστα ὑπερκειμένη τῆς Κιβύρας.