ἐπεὶ δὲ τῇ παραλίᾳ τῇ ἀπὸ Λεκτοῦ μέχρι Κανῶν ἀντιπαρατέταται νῆσος ἡ Λέσβος λόγου ἀξία πλείστου, περίκειται δὲ αὐτῇ καὶ νησία τὰ μὲν ἔξωθεν τὰ δὲ καὶ ἐντὸς μεταξὺ αὐτῆς τε καὶ τῆς ἠπείρου, καιρὸς ἤδη περὶ τούτων εἰπεῖν· καὶ γὰρ ταῦτά ἐστιν Αἰολικά, σχεδὸν δέ τι καὶ μητρόπολις ἡ Λέσβος ὑπάρχει τῶν Αἰολικῶν πόλεων. ἀρκτέον δʼ ἀφʼ ὧνπερ καὶ τὴν παραλίαν ἐπήλθομεν τὴν κατʼ αὐτήν.ἀπὸ Λεκτοῦ τοίνυν ἐπὶ Ἄσσον πλέουσιν ἀρχὴ τῆς Λεσβίας ἐστὶ κατὰ Σίγριον τὸ πρὸς ἄρκτον αὐτῆς ἄκρον. ἐνταῦθα δέ που καὶ Μήθυμνα πόλις Λεσβίων ἐστὶν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἐκ Πολυμηδείου πρὸς τὴν Ἄσσον παραλίας. οὔσης δὲ τῆς περιμέτρου σταδίων χιλίων ἑκατὸν ἣν ἡ σύμπασα ἐκπληροῖ νῆσος, τὰ καθʼ ἕκαστα οὕτως ἔχει· ἀπὸ Μηθύμνης εἰς Μαλίαν τὸ νοτιώτατον ἄκρον ἐν δεξιᾷ ἔχουσι τὴν νῆσον, καθʼ ὃ αἱ Κάναι μάλιστα ἀντίκεινται τῇ νήσῳ καὶ συναπαρτίζουσι, στάδιοί εἰσι τριακόσιοι τετταράκοντα· ἐντεῦθεν δʼ ἐπὶ Σίγριον, ὅπερ ἐστὶ τῆς νήσου τὸ μῆκος, πεντακόσιοι ἑξήκοντα· εἶτʼ ἐπὶ τὴν Μήθυμναν διακόσιοι δέκα. Μιτυλήνη δὲ κεῖται μεταξὺ Μηθύμνης καὶ τῆς Μαλίας ἡ μεγίστη πόλις, διέχουσα τῆς Μαλίας ἑβδομήκοντα σταδίους, τῶν δὲ Κανῶν ἑκατὸν εἴκοσιν, ὅσους καὶ τῶν Ἀργινουσσῶν, αἳ τρεῖς μέν εἰσιν οὐ μεγάλαι νῆσοι, πλησιάζουσι δὲ τῇ ἠπείρῳ, παρακείμεναι ταῖς Κάναις. ἐν δὲ τῷ μεταξὺ Μιτυλήνης καὶ τῆς Μηθύμνης κατὰ κώμην τῆς Μηθυμναίας καλουμένην Αἴγειρον στενωτάτη ἐστὶν ἡ νῆσος, ὑπέρβασιν ἔχουσα εἰς τὸν Πυρραίων εὔριπον σταδίων εἴκοσιν. ἵδρυται δʼ ἡ Πύρρα ἐν τῷ ἑσπερίῳ πλευρῷ τῆς Λέσβου, διέχουσα τῆς Μαλίας ἑκατόν. ἔχει δʼ ἡ Μιτυλήνη λιμένας δύο, ὧν ὁ νότιος κλειστὸς τριηρικὸς ναυσὶ πεντήκοντα, ὁ δὲ βόρειος μέγας καὶ βαθύς, χώματι σκεπαζόμενος· πρόκειται δʼ ἀμφοῖν νησίον μέρος τῆς πόλεως ἔχον αὐτόθι συνοικούμενον· κατεσκεύασται δὲ τοῖς πᾶσι καλῶς.ἄνδρας δʼ ἔσχεν ἐνδόξους τὸ παλαιὸν μὲν Πιττακόν, ἕνα τῶν ἑπτὰ σοφῶν, καὶ τὸν ποιητὴν Ἀλκαῖον καὶ τὸν ἀδελφὸν Ἀντιμενίδαν, ὅν φησιν Ἀλκαῖος Βαβυλωνίοις συμμαχοῦντα τελέσαι μέγαν ἆθλον καὶ ἐκ πόνων αὐτοὺς ῥύσασθαι κτείναντα ἄνδρα μαχαίταν βασιληίων παλαστὰν (ὥς φησιν) ἀπολείποντα μόνον μίαν παχέων ἀπὺ πέμπων. συνήκμασε δὲ τούτοις καὶ ἡ Σαπφώ, θαυμαστόν τι χρῆμα· οὐ γὰρ ἴσμεν ἐν τῷ τοσούτῳ χρόνῳ τῷ μνημονευομένῳ φανεῖσάν τινα γυναῖκα ἐνάμιλλον οὐδὲ κατὰ μικρὸν ἐκείνῃ ποιήσεως χάριν. ἐτυραννήθη δὲ ἡ πόλις κατὰ τοὺς χρόνους τούτους ὑπὸ πλειόνων διὰ τὰς διχοστασίας, καὶ τὰ στασιωτικὰ καλούμενα τοῦ Ἀλκαίου ποιήματα περὶ τούτων ἐστίν· ἐν δὲ τοῖς τυράννοις καὶ ὁ Πιττακὸς ἐγένετο. Ἀλκαῖος μὲν οὖν ὁμοίως ἐλοιδορεῖτο καὶ τούτῳ καὶ τοῖς ἄλλοις, Μυρσίλῳ καὶ Μελάγχρῳ καὶ τοῖς Κλεανακτίδαις καὶ ἄλλοις τισίν, οὐδʼ αὐτὸς καθαρεύων τῶν τοιούτων νεωτερισμῶν. Πιττακὸς δʼ εἰς μὲν τὴν τῶν δυναστειῶν κατάλυσιν ἐχρήσατο τῇ μοναρχίᾳ καὶ αὐτός, καταλύσας δὲ ἀπέδωκε τὴν αὐτονομίαν τῇ πόλει. ὕστερον δʼ ἐγένετο χρόνοις πολλοῖς Διοφάνης ὁ ῥήτωρ, καθʼ ἡμᾶς δὲ Ποτάμων καὶ Λεσβοκλῆς καὶ Κριναγόρας καὶ ὁ συγγραφεὺς Θεοφάνης. οὗτος δὲ καὶ πολιτικὸς ἀνὴρ ὑπῆρξε καὶ Πομπηίῳ τῷ Μάγνῳ κατέστη φίλος μάλιστα διὰ τὴν ἀρετὴν ταύτην, καὶ πάσας συγκατώρθωσεν αὐτῷ τὰς πράξεις, ἀφʼ ὧν τήν τε πατρίδα ἐκόσμησε τὰ μὲν διʼ ἐκείνου τὰ δὲ διʼ ἑαυτοῦ, καὶ ἑαυτὸν πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ἀνέδειξεν· υἱόν τε ἀπέλιπε Μάρκον Πομπήιον, ὃν τῆς Ἀσίας ἐπίτροπον κατέστησέ ποτε Καῖσαρ ὁ Σεβαστός, καὶ νῦν ἐν τοῖς πρώτοις ἐξετάζεται τῶν Τιβερίου φίλων. Ἀθηναῖοι δʼ ἐκινδύνευσαν μὲν ἀνηκέστῳ ψόγῳ περιπεσεῖν ψηφισάμενοι Μιτυληναίους ἡβηδὸν ἀποσφαγῆναι, μετέγνωσαν δὲ καὶ ἔφθη μιᾷ θᾶττον ἡμέρᾳ τὸ ψήφισμα ἀφιγμένον ὡς τοὺς στρατηγοὺς πρὶν ἢ πρᾶξαι τὸ προσταχθέν.ἡ δὲ Πύρρα κατέστραπται, τὸ δὲ προάστειον οἰκεῖται καὶ ἔχει λιμένα, ὅθεν εἰς Μιτυλήνην ὑπέρβασις σταδίων ὀγδοήκοντα. εἶτʼ Ἔρεσος ἔστι μετὰ τὴν Πύρραν· ἵδρυται δʼ ἐπὶ λόφου καθήκει τε ἐπὶ θάλατταν· εἶτʼ ἐπὶ τὸ Σίγριον ἐντεῦθεν στάδιοι εἰκοσιοκτώ· ἐξ Ἐρέσου δʼ ἦσαν Θεόφραστός τε καὶ Φανίας οἱ ἐκ τῶν περιπάτων φιλόσοφοι, Ἀριστοτέλους γνώριμοι. Τύρταμος δʼ ἐκαλεῖτο ἔμπροσθεν ὁ Θεόφραστος, μετωνόμασε δʼ αὐτὸν Ἀριστοτέλης Θεόφραστον, ἅμα μὲν φεύγων τὴν τοῦ προτέρου ὀνόματος κακοφωνίαν, ἅμα δὲ τὸν τῆς φράσεως αὐτοῦ ζῆλον ἐπισημαινόμενος· ἅπαντας μὲν γὰρ λογίους ἐποίησε τοὺς μαθητὰς Ἀριστοτέλης, λογιώτατον δὲ Θεόφραστον. Ἄντισσα δʼ ἐφεξῆς ἐστι τῷ Σιγρίῳ πόλις ἔχουσα λιμένα, ἔπειτα Μήθυμνα· ἐντεῦθεν δʼ ἦν Ἀρίων ὁ ἐπὶ τῷ δελφῖνι μυθευόμενος ὑπὸ τῶν περὶ Ἡρόδοτον εἰς Ταίναρον σωθῆναι, καταποντωθεὶς ὑπὸ τῶν λῃστῶν· οὗτος μὲν οὖν κιθαρῳδός. καὶ Τέρπανδρον δὲ τῆς αὐτῆς μουσικῆς τεχνίτην γεγονέναι φασὶ καὶ τῆς αὐτῆς νήσου, τὸν πρῶτον ἀντὶ τῆς τετραχόρδου λύρας ἑπταχόρδῳ χρησάμενον, καθάπερ καὶ ἐν τοῖς ἀναφερομένοις ἔπεσιν εἰς αὐτὸν λέγεται σοὶ δʼ ἡμεῖς τετράγηρυν ἀποστρέψαντες ἀοιδὴν, ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους.καὶ Ἑλλάνικος δὲ Λέσβιος ὁ συγγραφεὺς καὶ Καλλίας ὁ τὴν Σαπφὼ καὶ τὸν Ἀλκαῖον ἐξηγησάμενος.