κάμψαντι δὲ τὸ Λεκτὸν ἀναχεῖται κόλπος μέγας, ὃν ἡ Ἴδη ποιεῖ πρὸς τὴν ἤπειρον ἀποχωροῦσα ἀπὸ τοῦ Λεκτοῦ, καὶ αἱ Κάναι, τὸ ἐκ θατέρου μέρους ἀντικείμενον ἀκρωτήριον τῷ Λεκτῷ· καλοῦσι δʼ οἱ μὲν Ἰδαῖον κόλπον, οἱ δʼ Ἀδραμυττηνόν. ἐν τούτῳ δὲ αἱ τῶν Αἰολέων πόλεις μέχρι τῶν ἐκβολῶν τοῦ Ἕρμου, καθάπερ εἰρήκαμεν. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν, ὅτι τοῖς ἐκ Βυζαντίου πλέουσι πρὸς νότον ἐπʼ εὐθείας ἐστὶν ὁ πλοῦς, πρῶτον ἐπὶ Σηστὸν καὶ Ἄβυδον διὰ μέσης τῆς Προποντίδος, ἔπειτα τῆς παραλίας τῆς Ἀσίας μέχρι Καρίας. ταύτην δὴ φυλάττοντας χρὴ τὴν ὑπόθεσιν ἀκούειν τῶν ἑξῆς, κἂν λέγωμεν κόλπους τινὰς ἐν τῇ παραλίᾳ, τάς τε ἄκρας δεῖ νοεῖν τὰς ποιούσας αὐτοὺς ἐπὶ τῆς αὐτῆς γραμμῆς κειμένας ὥσπερ τινὸς μεσημβρινῆς.ἐκ δὴ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων εἰκάζουσιν οἱ φροντίσαντες περὶ τούτων πλέον τι, πᾶσαν τὴν παραλίαν ταύτην ὑπὸ τοῖς Τρωσὶ γεγονέναι, διῃρημένην μὲν εἰς δυναστείας ἐννέα, ὑπὸ δὲ τῷ Πριάμῳ τεταγμένην κατὰ τὸν Ἰλιακὸν πόλεμον καὶ λεγομένην Τροίαν· δῆλον δὲ ἐκ τῶν κατὰ μέρος. οἱ γὰρ περὶ τὸν Ἀχιλλέα τειχήρεις ὁρῶντες τοὺς Ἰλιέας κατʼ ἀρχάς, ἔξω ποιεῖσθαι τὸν πόλεμον ἐπεχείρησαν καὶ περιιόντες ἀφαιρεῖσθαι τὰ κύκλῳ δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον. Τροίαν γὰρ λέγει τὴν πεπορθημένην ἤπειρον· πεπόρθηται δὲ σὺν ἄλλοις τόποις καὶ τὰ ἀντικείμενα τῇ Λέσβῳ τὰ περὶ Θήβην καὶ Λυρνησσὸν καὶ Πήδασον τὴν τῶν Λελέγων καὶ ἔτι ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου παιδός ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ὁ Νεοπτόλεμος ἥρω Εὐρύπυλον. ταῦτα δὴ πεπορθῆσθαι λέγει καὶ αὐτὴν τὴν Λέσβον ὅτε Λέσβον ἐυκτιμένην ἕλεν αὐτός. καὶ πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον καὶ Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης. ἐκ μὲν Λυρνησσοῦ ἡ Βρισηὶς ἑάλω τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο. ἧς ἐν τῇ ἁλώσει τὸν Μύνητα πεσεῖν φησιν, ὡς ἡ Βρισηὶς θρηνοῦσα τὸν Πάτροκλον δηλοῖ οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, κλαίειν. ἐμφαίνει γὰρ τὴν Λυρνησσὸν λέγων πόλιν θείοιο Μύνητος, ὡς ἂν δυναστευομένην ὑπʼ αὐτοῦ, καὶ ἐνταῦθα πεσεῖν αὐτὸν μαχόμενον. ἐκ δὲ τῆς Θήβης ἡ Χρυσηὶς ἐλήφθη ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος. ἐκ δὲ τῶν ἀχθέντων ἐκεῖθεν φησὶν εἶναι τὴν Χρυσηίδα. ἐνθένδε δʼ ἦν καὶ ἡ Ἀνδρομάχη. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος, Ἠετίων, ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, Θήβῃ ὑποπλακίῃ, Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων. δευτέρα οὖν αὕτη δυναστεία Τρωικὴ μετὰ τὴν ὑπὸ Μύνητι. οἰκείως δὲ τούτοις καὶ τὸ ὑπὸ τῆς Ἀνδρομάχης λεχθὲν οὕτως Ἕκτορ, ἐγὼ δύστηνος·ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου ἐνὶ οἴκῳ, αὐτὰρ ἐγὼ Θήβῃσιν, οὐκ οἴονται δεῖν ἐξ εὐθείας ἀκούειν, ἀλλὰ καθʼ ὑπερβατόν ἀμφότεροι ἐν Τροίῃ, σὺ μὲν Πριάμου ἐνὶ οἴκῳ, αὐτὰρ ἐγὼ Θήβῃσι. τρίτη δʼ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική, Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. οὗ τῇ θυγατρὶ συνελθὼν Πρίαμος γεννᾷ τὸν Λυκάονα καὶ Πολύδωρον. καὶ μὴν οἵ γε ὑπὸ τῷ Ἕκτορι ἐν τῷ καταλόγῳ ταττόμενοι λέγονται Τρῶες Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ. εἶθʼ οἱ ὑπὸ τῷ Αἰνείᾳ Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο καὶ οὗτοι Τρῶες· φησὶ γοῦν Αἰνεία, Τρώων βουληφόρε. εἶθʼ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καὶ αὐτοὺς καλεῖ Τρῶας· οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, Τρῶες· τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός, Πάνδαρος. ἕκτη δʼ αὕτη δυναστεία. καὶ μὴν οἵ γε μεταξὺ τοῦ Αἰσήπου καὶ Ἀβύδου Τρῶες· ὑπὸ μὲν γὰρ τῷ Ἀσίῳ ἐστὶ τὰ περὶ Ἄβυδον οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο, καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος. ἀλλʼ ἐν Ἀβύδῳ μὲν υἱὸς τοῦ Πριάμου διέτριβεν, ἵππους νέμων, πατρῴας δηλονότι ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα, ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων. ἐν δὲ Περκώτῃ υἱὸς Ἱκετάονος ἐβουνόμει οὐκ ἀλλοτρίας οὐδʼ οὗτος βοῦς πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν, ἴφθιμον Μελάνιππον· ὁ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς βόσκʼ ἐν Περκώτῃ. ὥστε καὶ αὕτη ἂν εἴη Τρῳὰς καὶ ἡ ἐφεξῆς ἕως Ἀδραστείας· ἦρχον γὰρ αὐτῆς υἷε δύω Μέροπος Περκωσίου. πάντες μὲν δὴ Τρῶες οἱ ἀπὸ Ἀβύδου μέχρι Ἀδραστείας, δίχα μέντοι διῃρημένοι, οἱ μὲν ὑπὸ τῷ Ἀσίῳ οἱ δʼ ὑπὸ τοῖς Μεροπίδαις· καθάπερ καὶ ἡ τῶν Κιλίκων διττή, ἡ μὲν Θηβαϊκὴ ἡ δὲ Λυρνησσίς· ἐν αὐτῇ δʼ ἂν λεχθείη ἡ ὑπὸ Εὐρυπύλῳ ἐφεξῆς οὖσα τῇ Λυρνησσίδι.ὅτι δὲ τούτων ἁπάντων ἦρχεν ὁ Πρίαμος οἱ τοῦ Ἀχιλλέως λόγοι πρὸς τὸν Πρίαμον σαφῶς ἐμφανίζουσι καί σε, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι, ὅσσον Λέσβος ἄνω Μάκαρος πόλις ἐντὸς ἐέργει, καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων.τότε μὲν οὖν τοιαῦτα ὑπῆρχεν, ὕστερον δὲ ἠκολούθησαν μεταβολαὶ παντοῖαι. τὰ μὲν γὰρ περὶ Κύζικον Φρύγες ἐπῴκησαν ἕως Πρακτίου, τὰ δὲ περὶ Ἄβυδον Θρᾷκες· ἔτι δὲ πρότερον τούτων ἀμφοῖν Βέβρυκες καὶ Δρύοπες· τὰ δʼ ἑξῆς Τρῆρες, καὶ οὗτοι Θρᾷκες· τὸ δὲ Θήβης πεδίον Λυδοί, οἱ τότε Μῄονες, καὶ Μυσῶν οἱ περιγενόμενοι τῶν ὑπὸ Τηλέφῳ πρότερον καὶ Τεύθραντι. οὕτω δὴ τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰς ἓν συντιθέντος, καὶ τῶν Αἰολέων τὴν ἀπὸ τοῦ Ἕρμου πᾶσαν μέχρι τῆς κατὰ Κύζικον παραλίας κατασχόντων καὶ πόλεις κτισάντων, οὐδʼ ἂν ἡμεῖς ἀτόπως περιοδεύσαιμεν, εἰς ταὐτὸ συντιθέντες τήν τε Αἰολίδα νῦν ἰδίως λεγομένην τὴν ἀπὸ τοῦ Ἕρμου μέχρι Λεκτοῦ καὶ τὴν ἐφεξῆς μέχρι τοῦ Αἰσήπου. ἐν γὰρ τοῖς καθʼ ἕκαστα διακρινοῦμεν πάλιν, παρατιθέντες ἅμα τοῖς νῦν οὖσι τὰ ὑπὸ τοῦ ποιητοῦ καὶ τῶν ἄλλων λεγόμενα.