ἦν δὲ τῷ Ἀχαιίῳ συνεχὴς ἥ τε Λάρισα καὶ Κολωναί, τῆς Τενεδίων περαίας οὖσαι πρότερον, καὶ ἡ νῦν Χρῦσα, ἐφʼ ὕψους τινὸς πετρώδους ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, καὶ ἡ Ἁμαξιτὸς ἡ τῷ Λεκτῷ ὑποκειμένη συνεχής· νῦν δʼ ἡ Ἀλεξάνδρεια συνεχής ἐστι τῷ Ἀχαιίῳ· τὰ δὲ πολίσματα ἐκεῖνα συνῳκισμένα τυγχάνει, καθάπερ καὶ ἄλλα πλείω τῶν φρουρίων, εἰς τὴν Ἀλεξάνδρειαν, ὧν καὶ Κεβρήνη καὶ Νεανδρία ἐστὶ καὶ τὴν χώραν ἔχουσιν ἐκεῖνοι· ὁ δὲ τόπος ἐν ᾧ νῦν κεῖται ἡ Ἀλεξάνδρεια Σιγία ἐκαλεῖτο.ἐν δὲ τῇ Χρύσῃ ταύτῃ καὶ τὸ τοῦ Σμινθέως Ἀπόλλωνός ἐστιν ἱερόν, καὶ τὸ σύμβολον τὸ τὴν ἐτυμότητα τοῦ ὀνόματος σῶζον, ὁ μῦς, ὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου· Σκόπα δʼ ἐστὶν ἔργα τοῦ Παρίου· συνοικειοῦσι δὲ καὶ τὴν ἱστορίαν εἴτε μῦθον τούτῳ τῷ τόπῳ τὴν περὶ τῶν μυῶν. τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις (οὓς πρῶτος παρέδωκε Καλλῖνος ὁ τῆς ἐλεγείας ποιητής, ἠκολούθησαν δὲ πολλοί) χρησμὸς ἦν, αὐτόθι ποιήσασθαι τὴν μονὴν ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται· συμβῆναι δὲ τοῦτʼ αὐτοῖς φασι περὶ Ἁμαξιτόν· νύκτωρ γὰρ πολὺ πλῆθος ἀρουραίων μυῶν ἐξανθῆσαν διαφαγεῖν ὅσα σκύτινα τῶν τε ὅπλων καὶ τῶν χρηστηρίων· τοὺς δὲ αὐτόθι μεῖναι· τούτους δὲ καὶ τὴν Ἴδην ἀπὸ τῆς ἐν Κρήτῃ προσονομάσαι. Ἡρακλείδης δʼ ὁ Ποντικὸς πληθύοντάς φησι τοὺς μύας περὶ τὸ ἱερὸν νομισθῆναί τε ἱεροὺς καὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυΐ. ἄλλοι δʼ ἐκ τῆς Ἀττικῆς ἀφῖχθαί τινα Τεῦκρόν φασιν ἐκ δήμου Τρώων, ὃς νῦν οἱ Ξυπετεῶνες λέγεται, Τεύκρους δὲ μηδένας ἐλθεῖν ἐκ τῆς Κρήτης. τῆς δὲ πρὸς τοὺς Ἀττικοὺς ἐπιπλοκῆς τῶν Τρώων τιθέασι σημεῖον καὶ τὸ παρʼ ἀμφοτέροις Ἐριχθόνιόν τινα γενέσθαι τῶν ἀρχηγετῶν. λέγουσι μὲν οὖν οὕτως οἱ νεώτεροι, τοῖς δʼ Ὁμήρου μᾶλλον ἔπεσι συμφωνεῖ τὰ ἐν τῷ Θήβης πεδίῳ καὶ τῇ αὐτόθι Χρύσῃ ἱδρυμένῃ ποτὲ δεικνύμενα ἴχνη, περὶ ὧν αὐτίκα ἐροῦμεν. πολλαχοῦ δʼ ἐστὶ τὸ τοῦ Σμινθέως ὄνομα· καὶ γὰρ περὶ αὐτὴν τὴν Ἁμαξιτὸν χωρὶς τοῦ κατὰ τὸ ἱερὸν Σμινθίου δύο τόποι καλοῦνται Σμίνθια· καὶ ἄλλοι δʼ ἐν τῇ πλησίον Λαρισαίᾳ· καὶ ἐν τῇ Παριανῇ δʼ ἔστι χωρίον τὰ Σμίνθια καλούμενον, καὶ ἐν Ῥόδῳ καὶ ἐν Λίνδῳ, καὶ ἄλλοθι δὲ πολλαχοῦ· καλοῦσι δὲ νῦν τὸ ἱερὸν Σμίνθιον. χωρὶς γοῦν καὶ τὸ Ἁλήσιον πεδίον οὐ μέγα ἐντὸς τοῦ Λεκτοῦ καὶ τὸ Τραγασαῖον ἁλοπήγιον αὐτόματον τοῖς ἐτησίαις πηγνύμενον πρὸς Ἁμαξιτῷ. ἐπὶ δὲ τῷ Λεκτῷ βωμὸς τῶν δώδεκα θεῶν δείκνυται, καλοῦσι δʼ Ἀγαμέμνονος ἵδρυμα·ἐν ἐπόψει δὲ τῷ Ἰλίῳ ἐστὶ τὰ χωρία ταῦτα, ὡς ἐν διακοσίοις σταδίοις ἢ μικρῷ πλείοσιν· ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄβυδον ἐκ θατέρου μέρους, μικρὸν δʼ ὅμως ἐγγυτέρω ἡ Ἄβυδος.κάμψαντι δὲ τὸ Λεκτὸν ἐλλογιμώταται πόλεις τῶν Αἰολέων καὶ ὁ Ἀδραμυττηνὸς κόλπος ἐκδέχεται, ἐν ᾧ τοὺς πλείους τῶν Λελέγων κατοικίζων ὁ ποιητὴς φαίνεται καὶ τοὺς Κίλικας διττοὺς ὄντας. ἐνταῦθα δὲ καὶ ὁ τῶν Μιτυληναίων ἐστὶν αἰγιαλός, κώμας τινὰς ἔχων τῶν κατὰ τὴν ἤπειρον τῶν Μιτυληναίων. τὸν δὲ αὐτὸν κόλπον καὶ Ἰδαῖον λέγουσιν· ἡ γὰρ ἀπὸ τοῦ Λεκτοῦ ῥάχις ἀνατείνουσα πρὸς τὴν Ἴδην ὑπέρκειται τῶν πρώτων τοῦ κόλπου μερῶν, ἐν οἷς πρῶτον τοὺς Λέλεγας ἱδρυμένους ὁ ποιητὴς πεποίηκεν.εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον· καὶ νῦν δὲ προσληπτέον ὅτι Πήδασόν τινα λέγει πόλιν αὐτῶν ὑπὸ Ἄλτῃ τεταγμένην Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. καὶ νῦν ὁ τόπος δείκνυται τῆς πόλεως ἔρημος. γράφουσι δέ τινες οὐκ εὖ ὑπὸ Σατνιόεντι, ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως· οὐδὲν δʼ ἐστὶν ὄρος ἐνταῦθα Σατνιόεις προσαγορευόμενον, ἀλλὰ ποταμὸς ἐφʼ ᾧ ἵδρυται ἡ πόλις· νῦν δʼ ἐστὶν ἐρήμη. ὀνομάζει δὲ τὸν ποταμὸν ὁ ποιητής· Σάτνιον οὔτασε δουρὶ Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων οἴνοπι βουκολέοντι παρʼ ὄχθαις Σατνιόεντος καὶ πάλιν ναῖε δὲ Σατνιόεντος ἐυρρείταο παρʼ ὄχθαις Πήδασον αἰπεινήν. Σατνιόεντα δʼ ὕστερον εἶπον, οἱ δὲ Σαφνιόεντα· ἔστι δὲ χείμαρρος μέγας· ἄξιον δὲ μνήμης πεποίηκεν ὀνομάζων ὁ ποιητὴς αὐτόν. οὗτοι δʼ οἱ τόποι συνεχεῖς εἰσι τῇ Δαρδανίᾳ καὶ τῇ Σκηψίᾳ, ὥσπερ ἄλλη τις Δαρδανία, ταπεινοτέρα δέ.Ἀσσίων δʼ ἐστὶ νῦν καὶ Γαργαρέων ἕως τῆς κατὰ Λέσβον θαλάττης περιεχόμενα τῇ τε Ἀντανδρίᾳ καὶ τῇ Κεβρηνίων καὶ Νεανδριέων καὶ Ἁμαξιτέων. τῆς μὲν γὰρ Ἁμαξιτοῦ Νεανδριεῖς ὑπέρκεινται, καὶ αὐτοὶ ὄντες ἐντὸς Λεκτοῦ, μεσογειότεροι δὲ καὶ πλησιαίτεροι τῷ Ἰλίῳ· διέχουσι γὰρ ἑκατὸν καὶ τριάκοντα σταδίους. τούτων δὲ καθύπερθε Κεβρήνιοι, τούτων δὲ Δαρδάνιοι μέχρι Παλαισκήψεως καὶ αὐτῆς τῆς Σκήψεως. τὴν δὲ Ἄντανδρον Ἀλκαῖος μὲν καλεῖ Λελέγων πόλιν πρῶτα μὲν Ἄντανδρος Λελέγων πόλις. ὁ δὲ Σκήψιος ἐν ταῖς παρακειμέναις τίθησιν, ὥστʼ ἐκπίπτοι ἂν εἰς τὴν τῶν Κιλίκων· οὗτοι γάρ εἰσι συνεχεῖς τοῖς Λέλεξι μᾶλλόν πως τὸ νότιον πλευρὸν τῆς Ἴδης ἀφορίζοντες· ταπεινοὶ δʼ ὅμως καὶ οὗτοι καὶ τῇ παραλίᾳ συνάπτοντες μᾶλλον τῇ κατὰ Ἀδραμύττιον. μετὰ γὰρ τὸ Λεκτὸν τὸ Πολυμήδειον ἔστι χωρίον τι ἐν τετταράκοντα σταδίοις, εἶτʼ ἐν ὀγδοήκοντα Ἄσσος μικρὸν ὑπὲρ τῆς θαλάττης, εἶτʼ ἐν ἑκατὸν καὶ τετταράκοντα Γάργαρα· κεῖται δὲ τὰ Γάργαρα ἐπʼ ἄκρας ποιούσης τὸν ἰδίως Ἀδραμυττηνὸν καλούμενον κόλπον. λέγεται γὰρ καὶ πᾶσα ἡ ἀπὸ Λεκτοῦ μέχρι Κανῶν παραλία τῷ αὐτῷ τούτῳ ὀνόματι, ἐν ᾧ καὶ ὁ Ἐλαϊτικὸς περιλαμβάνεται· ἰδίως μέντοι τοῦτον φασὶν Ἀδραμυττηνόν, τὸν κλειόμενον ὑπὸ ταύτης τε τῆς ἄκρας ἐφʼ ᾗ τὰ Γάργαρα, καὶ τῆς Πυρρᾶς ἄκρας προσαγορευομένης ἐφʼ ᾗ καὶ ἀφροδίσιον ἵδρυται. πλάτος δὲ τοῦ στόματός ἐστιν ἀπὸ τῆς ἄκρας ἐπὶ τὴν ἄκραν δίαρμα ἑκατὸν καὶ εἴκοσι σταδίων. ἐντὸς δὲ ἥ τε Ἄντανδρός ἐστιν ὑπερκείμενον ἔχουσα ὄρος ὃ καλοῦσιν Ἀλεξάνδρειαν, ὅπου τὰς θεὰς κριθῆναί φασιν ὑπὸ τοῦ Πάριδος, καὶ ὁ Ἀσπανεὺς τὸ ὑλοτόμιον τῆς Ἰδαίας ὕλης· ἐνταῦθα γὰρ διατίθενται κατάγοντες τοῖς δεομένοις. εἶτʼ Ἄστυρα, κώμη καὶ ἄλσος τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἅγιον. πλησίον δʼ εὐθὺς τὸ Ἀδραμύττιον, Ἀθηναίων ἄποικος πόλις ἔχουσα καὶ λιμένα καὶ ναύσταθμον· ἔξω δὲ τοῦ κόλπου καὶ τῆς Πυρρᾶς ἄκρας ἥ τε Κισθήνη ἐστὶ πόλις ἔρημος ἔχουσα λιμένα.