τοιούτων δὲ τῶν ἐπὶ τῇ θαλάττῃ τόπων ὄντων ὑπέρκειται τούτων τὸ Τρωικὸν πεδίον μέχρι τῆς Ἴδης ἀνῆκον ἐπὶ πολλοὺς σταδίους κατὰ τὸ πρὸς ἕω μέρος. τούτου δʼ ἡ μὲν παρώρειός ἐστι στενή, τῇ μὲν ἐπὶ τὴν μεσημβρίαν τεταμένη μέχρι τῶν κατὰ Σκῆψιν τόπων, τῇ δʼ ἐπὶ τὰς ἄρκτους μέχρι τῶν κατὰ Ζέλειαν Λυκίων. ταύτην δʼ ὁ ποιητὴς ὑπʼ Αἰνείᾳ τάττει καὶ τοῖς Ἀντηνορίδαις, καλεῖ δὲ Δαρδανίαν. ὑπὸ δὲ ταύτῃ Κεβρηνία, πεδιὰς ἡ πλείστη, παράλληλός πως τῇ Δαρδανίᾳ· ἦν δὲ καὶ πόλις ποτὲ Κεβρήνη. ὑπονοεῖ δʼ ὁ Δημήτριος μέχρι δεῦρο διατείνειν τὴν περὶ τὸ Ἴλιον χώραν τὴν ὑπὸ τῷ Ἕκτορι, ἀνήκουσαν ἀπὸ τοῦ ναυστάθμου μέχρι Κεβρηνίας· τάφον τε γὰρ Ἀλεξάνδρου δείκνυσθαί φησιν αὐτόθι καὶ Οἰνώνης, ἣν ἱστοροῦσι γυναῖκα γεγονέναι τοῦ Ἀλεξάνδρου πρὶν Ἑλένην ἁρπάσαι· λέγειν τε τὸν ποιητήν Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο, ὃν εἰκὸς εἶναι ἐπώνυμον τῆς χώρας ἢ καὶ πόλεως, ὅπερ πιθανώτερον· τὴν δὲ Κεβρηνίαν διήκειν μέχρι τῆς Σκηψίας, ὅριον δʼ εἶναι τὸν Σκάμανδρον μέσον αὐτῶν ῥέοντα· ἔχθραν δʼ ἀεὶ καὶ πόλεμον εἶναι τοῖς τε Κεβρηνοῖς καὶ τοῖς Σκηψίοις, ἕως Ἀντίγονος αὐτοὺς συνῴκισεν εἰς τὴν τότε μὲν Ἀντιγόνειαν νῦν δὲ Ἀλεξάνδρειαν· τοὺς μὲν οὖν Κεβρηνιέας συμμεῖναι τοῖς ἄλλοις ἐν τῇ Ἀλεξανδρείᾳ, τοὺς δὲ Σκηψίους ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἐπιτρέψαντος Λυσιμάχου.ἀπὸ δὲ τῆς κατὰ τούτους τοὺς τόπους Ἰδαίας ὀρεινῆς δύο φησὶν ἀγκῶνας ἐκτείνεσθαι πρὸς θάλατταν, τὸν μὲν εὐθὺ Ῥοιτείου τὸν δὲ Σιγείου, ποιοῦντας ἐξ ἀμφοῖν γραμμὴν ἡμικυκλιώδη· τελευτᾶν δʼ ἐν τῷ πεδίῳ, τοσοῦτον ἀπέχοντας τῆς θαλάττης ὅσον τὸ νῦν Ἴλιον. τοῦτο μὲν δὴ μεταξὺ τῆς τελευτῆς τῶν λεχθέντων ἀγκώνων εἶναι, τὸ δὲ παλαιὸν κτίσμα μεταξὺ τῆς ἀρχῆς· ἀπολαμβάνεσθαι δʼ ἐντὸς τό τε Σιμοείσιον πεδίον διʼ οὗ ὁ Σιμόεις φέρεται, καὶ τὸ Σκαμάνδριον διʼ οὗ Σκάμανδρος ῥεῖ. τοῦτο δὲ καὶ ἰδίως Τρωικὸν λέγεται, καὶ τοὺς πλείστους ἀγῶνας ὁ ποιητὴς ἐνταῦθα ἀποδίδωσι· πλατύτερον γάρ ἐστι, καὶ τοὺς ὀνομαζομένους τόπους ἐνταῦθα δεικνυμένους ὁρῶμεν, τὸν ἐρινεόν, τὸν τοῦ Αἰσυήτου τάφον, τὴν Βατίειαν, τὸ τοῦ Ἴλου σῆμα. οἱ δὲ ποταμοὶ ὅ τε Σκάμανδρος καὶ ὁ Σιμόεις, ὁ μὲν τῷ Σιγείῳ πλησιάσας ὁ δὲ τῷ Ῥοιτείῳ, μικρὸν ἔμπροσθεν τοῦ νῦν Ἰλίου συμβάλλουσιν, εἶτʼ ἐπὶ τὸ Σίγειον ἐκδιδόασι καὶ ποιοῦσι τὴν στομαλίμνην καλουμένην. διείργει δʼ ἑκάτερον τῶν λεχθέντων πεδίων ἀπὸ θατέρου μέγας τις αὐχὴν τῶν εἰρημένων ἀγκώνων ἐπʼ εὐθείας, ἀπὸ τοῦ νῦν Ἰλίου τὴν ἀρχὴν ἔχων συμφυὴς αὐτῷ, τεινόμενος δʼ ἕως τῆς Κεβρηνίας καὶ ἀποτελῶν τὸ Ε γράμμα πρὸς τοὺς ἑκατέρωθεν ἀγκῶνας.ὑπὲρ δὲ τούτου μικρὸν ἡ τῶν Ἰλιέων κώμη ἐστίν, ἐν ᾗ νομίζεται τὸ παλαιὸν Ἴλιον ἱδρῦσθαι πρότερον, τριάκοντα σταδίους διέχον ἀπὸ τῆς νῦν πόλεως. ὑπὲρ δὲ τῆς Ἰλιέων κώμης δέκα σταδίοις ἐστὶν ἡ Καλλικολώνη, λόφος τις, παρʼ ὃν ὁ Σιμόεις ῥεῖ πενταστάδιον διέχων· γίνεται οὖν εὔλογον πρῶτον μὲν τὸ ἐπὶ τοῦ Ἄρεος ὦρτο δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος, ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. τῆς γὰρ μάχης ἐπὶ τῷ Σκαμανδρίῳ πεδίῳ συντελουμένης πιθανῶς ἂν ὁ Ἄρης ἄλλοτε μὲν τὴν ἐγκέλευσιν ἀπὸ τῆς ἀκροπόλεως ποιοῖτο, ἄλλοτε δʼ ἐκ τῶν πλησίον τόπων τοῦ τε Σιμόεντος καὶ τῆς Καλλικολώνης, μέχρι οὗ εἰκὸς καὶ τὴν μάχην παρατετάσθαι· τετταράκοντα δὲ σταδίους διεχούσης τῆς Καλλικολώνης ἀπὸ τοῦ νῦν Ἰλίου, τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους ἐφʼ ὅσον ἡ διάταξις οὐ διέτεινε; τό τε πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι· πλησίον γάρ ἐστι τὸ πεδίον ἡ Θύμβρα καὶ ὁ διʼ αὐτοῦ ῥέων ποταμὸς Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος ἱερόν, τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα σταδίους διέχει. ὅ τε ἐρινεός, τραχύς τις τόπος καὶ ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι ὑποπέπτωκεν, ὥστε τὸ λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος οἰκείως ἂν λέγοι ἡ Ἀνδρομάχη· τῆς δὲ νῦν πόλεως πάμπολυ ἀφέστηκε· καὶ ὁ φηγὸς δὲ μικρὸν κατωτέρω ἐστὶ τοῦ ἐρινεοῦ, ἐφʼ οὗ φησιν ὁ Ἀχιλλεύς ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν.καὶ μὴν τό γε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας· ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τʼ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ· νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχος (ἢ οὐδʼ ἐγένετο, ὁ δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίν)· ἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάρρουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος· ἔστι γὰρ τὸ ναύσταθμον πρὸς Σιγείῳ, πλησίον δὲ καὶ ὁ Σκάμανδρος ἐκδίδωσι διέχων τοῦ Ἰλίου σταδίους εἴκοσιν. εἰ δὲ φήσει τις τὸν νῦν λεγόμενον Ἀχαιῶν λιμένα εἶναι τὸ ναύσταθμον, ἐγγυτέρω τινὰ λέξει τόπον ὅσον δώδεκα σταδίους διεστῶτα τῆς πόλεως, τὸ ἐπὶ θαλάττῃ πεδίον συμπροστιθείς διότι τοῦτο πᾶν πρόχωμα τῶν ποταμῶν ἐστι τὸ πρὸ τῆς πόλεως ἐπὶ θαλάττῃ πεδίον, ὥστε εἰ δωδεκαστάδιόν ἐστι νῦν τὸ μεταξύ, τότε καὶ τῷ ἡμίσει ἔλαττον ὑπῆρχε. καὶ ἡ διήγησις δʼ ἡ πρὸς τὸν Εὔμαιον ὑπὸ τοῦ Ὀδυσσέως διασκευασθεῖσα μέγα ἐμφαίνει τὸ διάστημα τὸ μέχρι τῆς πόλεως ἀπὸ τοῦ ναυστάθμου ὡς ὅθʼ ὑπὸ Τροίῃ λόχον ἤγομεν. φησὶ γὰρ ὑποβάς λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἐπί τε τὴν κατασκοπὴν πέμπονται γνωσόμενοι, πότερον μενοῦσι παρὰ νηυσὶν ἀπόπροθεν πολὺ ἀπεσπασμένοι τοῦ οἰκείου τείχους ἠὲ πόλινδε ἂψ ἀναχωρήσουσι. καὶ ὁ Πολυδάμας ἀμφὶ μάλα φράζεσθε, φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι φησίν ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν. παρατίθησι δʼ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα, τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος, πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πόλεμος συνέστη, καὶ τὸ Τρωικὸν πεδίον, ὃ μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει·