ἀλλὰ τό γε ἆθλον προκεῖσθαι κοινὸν τὴν ἀρετὴν τῆς χώρας ἧς λέγω τοῖς ἰσχύουσιν ἐκ πολλῶν βεβαιοῦται καὶ πρὸ τῶν Τρωικῶν καὶ μετὰ τὰ Τρωικά· ὅπου καὶ Ἀμαζόνες κατεθάρρησαν αὐτῆς, ἐφʼ ἃς ὅ τε Πρίαμος στρατεῦσαι λέγεται καὶ ὁ Βελλεροφόντης· πόλεις τε παλαιαὶ ὁμολογοῦνται ἐπώνυμοι αὐτῶν· ἐν δὲ τῷ Ἰλιακῷ πεδίῳ κολώνη τις ἔστιν ἣν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης, ἣν ἱστοροῦσι μίαν εἶναι τῶν Ἀμαζόνων ἐκ τοῦ ἐπιθέτου τεκμαιρόμενοι· εὐσκάρθμους γὰρ ἵππους λέγεσθαι διὰ τὸ τάχος· κἀκείνην οὖν πολύσκαρθμον διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος· καὶ ἡ Μύρινα οὖν ἐπώνυμος ταύτης λέγεται. καὶ αἱ ἐγγὺς δὲ νῆσοι ταῦτʼ ἔπαθον διὰ τὴν ἀρετήν, ὧν Ῥόδος καὶ Κῶς ὅτι πρὸ τῶν Τρωικῶν ἤδη ὑφʼ Ἑλλήνων ᾠκοῦντο καὶ ὑφʼ Ὁμήρου σαφῶς ἐκμαρτυρεῖται.μετὰ δὲ τὰ Τρωικὰ αἵ τε τῶν Ἑλλήνων ἀποικίαι καὶ αἱ Τρηρῶν καὶ αἱ Κιμμερίων ἔφοδοι καὶ Λυδῶν καὶ μετὰ ταῦτα Περσῶν καὶ Μακεδόνων τό τε τελευταῖον Γαλατῶν ἐτάραξαν πάντα καὶ συνέχεαν. γέγονε δὲ ἡ ἀσάφεια οὐ διὰ τὰς μεταβολὰς μόνον ἀλλὰ καὶ διὰ τὰς τῶν συγγραφέων ἀνομολογίας περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λεγόντων, τοὺς μὲν Τρῶας καλούντων Φρύγας καθάπερ οἱ τραγικοί, τοὺς δὲ Λυκίους Κᾶρας καὶ ἄλλους οὕτως. οἱ δὲ Τρῶες οὕτως ἐκ μικρῶν αὐξηθέντες ὥστε καὶ βασιλεῖς βασιλέων εἶναι, παρέσχον καὶ τῷ ποιητῇ λόγον τίνα χρὴ καλεῖν Τροίαν, καὶ τοῖς ἐξηγουμένοις ἐκεῖνον. λέγει μὲν γὰρ καὶ κοινῶς ἅπαντας Τρῶας τοὺς συμπολεμήσαντας αὐτοῖς, ὥσπερ καὶ Δαναοὺς καὶ Ἀχαιοὺς τοὺς ἐναντίους· ἀλλʼ οὐ δήπου Τροίαν καὶ τὴν Παφλαγονίαν ἐροῦμεν· νὴ Δία, οὐδὲ τὴν Καρίαν ἢ τὴν ὅμορον αὐτῇ Λυκίαν. λέγω δʼ ὅταν οὕτω φῇ Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν, ἐκ δὲ τῶν ἐναντίων οἱ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί. καὶ ἄλλως δὲ λέγει πολλαχῶς. ὅμως δὲ καίπερ τοιούτων ὄντων πειρατέον διαιτᾶν ἕκαστα εἰς δύναμιν· ὅ τι δʼ ἂν διαφύγῃ τῆς παλαιᾶς ἱστορίας, τοῦτο μὲν ἐατέον (οὐ γὰρ ἐνταῦθα τὸ τῆς γεωγραφίας ἔργον), τὰ δὲ νῦν ὄντα λεκτέον.ἔστι τοίνυν ὄρη δύο ὑπερκείμενα τῆς Προποντίδος ὅ τε Ὄλυμπος ὁ Μύσιος καὶ ἡ Ἴδη. τῷ μὲν οὖν Ὀλύμπῳ τὰ τῶν Βιθυνῶν ὑποπέπτωκε, τῆς δὲ Ἴδης μεταξὺ καὶ τῆς θαλάττης ἡ Τροία κεῖται συνάπτουσα τῷ ὄρει· περὶ μὲν οὖν ταύτης ἐροῦμεν ὕστερον καὶ τῶν συνεχῶν αὐτῇ πρὸς νότον, νῦν δὲ περὶ τῶν Ὀλυμπηνῶν καὶ τῶν ἐφεξῆς μέχρι τοῦ Ταύρου παραλλήλων τοῖς προεφωδευμένοις λέγωμεν. ἔστι τοίνυν ὁ Ὄλυμπος κύκλῳ μὲν εὖ συνοικούμενος, ἐν δὲ τοῖς ὕψεσι δρυμοὺς ἐξαισίους ἔχων καὶ λῃστήρια δυναμένους ἐκτρέφειν τόπους εὐερκεῖς, ἐν οἷς καὶ τύραννοι συνίστανται πολλάκις δυνάμενοι συμμεῖναι πολὺν χρόνον, καθάπερ Κλέων ὁ καθʼ ἡμᾶς τῶν λῃστηρίων ἡγεμών.οὗτος δʼ ἦν μὲν ἐκ Γορδίου κώμης, ἣν ὕστερον αὐξήσας ἐποίησε πόλιν καὶ προσηγόρευσεν Ἰουλιόπολιν· λῃστηρίῳ δʼ ἐχρῆτο καὶ ὁρμητηρίῳ κατʼ ἀρχὰς τῷ καρτερωτάτῳ τῶν χωρίων ὄνομα Καλλυδίῳ. ὑπῆρξε δʼ Ἀντωνίῳ μὲν χρήσιμος ἐπελθὼν ἐπὶ τοὺς ἀργυρολογοῦντας Λαβιηνῷ καθʼ ὃν χρόνον ἐκεῖνος τὴν Ἀσίαν κατέσχε, καὶ κωλύσας τὰς παρασκευάς· ἐν δὲ τοῖς Ἀκτιακοῖς ἀποστὰς Ἀντωνίου τοῖς Καίσαρος προσέθετο στρατηγοῖς, καὶ ἐτιμήθη πλέον ἢ κατʼ ἀξίαν προσλαβὼν τοῖς παρʼ Ἀντωνίου δοθεῖσι καὶ τὰ παρὰ τοῦ Καίσαρος, ὥστʼ ἀντὶ λῃστοῦ δυνάστου περιέκειτο σχῆμα, ἱερεὺς μὲν ὢν τοῦ Ἀβρεττηνοῦ Διός, Μυσίου θεοῦ, μέρος δʼ ἔχων ὑπήκοον τῆς Μωρηνῆς (Μυσία δέ ἐστι καὶ αὕτη, καθάπερ ἡ Ἀβρεττηνή), λαβὼν δὲ ὕστατα καὶ τὴν ἐν τῷ Πόντῳ τῶν Κομάνων ἱερωσύνην, εἰς ἣν κατελθὼν ἐντὸς μηνιαίου χρόνου κατέστρεψε τὸν βίον· νόσος δʼ ἐξήγαγεν αὐτὸν ὀξεῖα, εἴτʼ ἄλλως ἐπιπεσοῦσα ἐκ τῆς ἅδην πλησμονῆς εἴθʼ, ὡς ἔφασαν οἱ περὶ τὸ ἱερόν, κατὰ μῆνιν τῆς θεοῦ· ἐν γὰρ τῷ περιβόλῳ τοῦ τεμένους ἡ οἴκησίς ἐστιν ἥ τε τοῦ ἱερέως καὶ τῆς ἱερείας, τὸ δὲ τέμενος χωρὶς τῆς ἄλλης ἁγιστείας διαφανέστατα τῆς τῶν ὑείων κρεῶν βρώσεως καθαρεύει, ὅπου γε καὶ ἡ ὅλη πόλις, οὐδʼ εἰσάγεται εἰς αὐτὴν ὗς· ὁ δʼ ἐν τοῖς πρώτοις τὸ λῃστρικὸν ἦθος ἐπεδείξατο εὐθὺς κατὰ τὴν πρώτην εἴσοδον τῇ παραβάσει τούτου τοῦ ἔθους ὥσπερ οὐχ ἱερεὺς εἰσεληλυθὼς ἀλλὰ διαφθορεὺς τῶν ἱερῶν.ὁ μὲν δὴ Ὄλυμπος τοιόσδε, περιοικεῖται δὲ πρὸς ἄρκτον μὲν ὑπὸ τῶν Βιθυνῶν καὶ Μυγδόνων καὶ Δολιόνων, τὸ δὲ λοιπὸν ἔχουσι Μυσοὶ καὶ Ἐπίκτητοι. Δολίονας μὲν οὖν μάλιστα καλοῦσι τοὺς περὶ Κύζικον ἀπὸ Αἰσήπου ἕως Ῥυνδάκου καὶ τῆς Δασκυλίτιδος λίμνης, Μυγδόνας δὲ τοὺς ἐφεξῆς τούτοις μέχρι τῆς Μυρλειανῶν χώρας· ὑπέρκεινται δὲ τῆς Δασκυλίτιδος ἄλλαι δύο λίμναι μεγάλαι ἥ τε Ἀπολλωνιᾶτις ἥ τε Μιλητοπολῖτις· πρὸς μὲν οὖν τῇ Δασκυλίτιδι Δασκύλιον πόλις, πρὸς δὲ τῇ Μιλητοπολίτιδι Μιλητούπολις, πρὸς δὲ τῇ τρίτῃ Ἀπολλωνία ἡ ἐπὶ Ῥυνδάκῳ λεγομένη· τὰ πλεῖστα δὲ τούτων ἐστὶ Κυζικηνῶν νυνί.ἔστι δὲ νῆσος ἐν τῇ Προποντίδι ἡ Κύζικος συναπτομένη γεφύραις δυσὶ πρὸς τὴν ἤπειρον, ἀρετῇ μὲν κρατίστη μεγέθει δὲ ὅσον πεντακοσίων σταδίων τὴν περίμετρον· ἔχει δὲ ὁμώνυμον πόλιν πρὸς αὐταῖς ταῖς γεφύραις καὶ λιμένας δύο κλειστοὺς καὶ νεωσοίκους πλείους τῶν διακοσίων· τῆς δὲ πόλεως τὸ μὲν ἔστιν ἐν ἐπιπέδῳ τὸ δὲ πρὸς ὄρει· καλεῖται δʼ Ἄρκτων ὄρος· ὑπέρκειται δʼ ἄλλο Δίνδυμον μονοφυές, ἱερὸν ἔχον τῆς Δινδυμήνης μητρὸς θεῶν, ἵδρυμα τῶν Ἀργοναυτῶν. ἔστι δʼ ἐνάμιλλος ταῖς πρώταις τῶν κατὰ τὴν Ἀσίαν ἡ πόλις μεγέθει τε καὶ κάλλει καὶ εὐνομίᾳ πρός τε εἰρήνην καὶ πόλεμον· ἔοικέ τε τῷ παραπλησίῳ τύπῳ κοσμεῖσθαι ὥσπερ ἡ τῶν Ῥοδίων καὶ Μασσαλιωτῶν καὶ Καρχηδονίων τῶν πάλαι. τὰ μὲν οὖν πολλὰ ἐῶ, τρεῖς δʼ ἀρχιτέκτονας τοὺς ἐπιμελουμένους οἰκοδομημάτων τε δημοσίων καὶ ὀργάνων, τρεῖς δὲ καὶ θησαυροὺς κέκτηται, τὸν μὲν ὅπλων τὸν δʼ ὀργάνων τὸν δὲ σίτου· ποιεῖ δὲ τὸν σῖτον ἄσηπτον ἡ Χαλκιδικὴ γῆ μιγνυμένη. ἐπεδείξαντο δὲ τὴν ἐκ τῆς παρασκευῆς ταύτης ὠφέλειαν ἐν τῷ Μιθριδατικῷ πολέμῳ. ἐπελθόντος γὰρ αὐτοῖς ἀδοκήτως τοῦ βασιλέως πεντεκαίδεκα μυριάσι καὶ ἵππῳ πολλῇ καὶ κατασχόντος τὸ ἀντικείμενον ὄρος ὃ καλοῦσιν Ἀδραστείας καὶ τὸ προάστειον, ἔπειτα καὶ διάραντος εἰς τὸν ὑπὲρ τῆς πόλεως αὐχένα καὶ προσμαχομένου πεζῇ τε καὶ κατὰ θάλατταν τετρακοσίαις ναυσίν, ἀντέσχον πρὸς ἅπαντα οἱ Κυζικηνοί, ὥστε καὶ ἐγγὺς ἦλθον τοῦ ζωγρίᾳ λαβεῖν τὸν βασιλέα ἐν τῇ διώρυγι ἀντιδιορύττοντες, ἀλλʼ ἔφθη φυλαξάμενος καὶ ἀναλαβὼν ἑαυτὸν ἔξω τοῦ ὀρύγματος· ὀψὲ δὲ ἴσχυσεν εἰσπέμψαι τινὰς νύκτωρ ἐπικούρους ὁ τῶν Ῥωμαίων στρατηγὸς Λεύκολλος· ὤνησε δὲ καὶ λιμὸς τῷ τοσούτῳ πλήθει τῆς στρατιᾶς ἐπιπεσών, ὃν οὐ προείδετο ὁ βασιλεύς, ὡς ἀπῆλθε πολλοὺς ἀποβαλών. Ῥωμαῖοι δʼ ἐτίμησαν τὴν πόλιν, καὶ ἔστιν ἐλευθέρα μέχρι νῦν καὶ χώραν ἔχει πολλὴν τὴν μὲν ἐκ παλαιοῦ τὴν δὲ τῶν Ῥωμαίων προσθέντων.