ὑπὲρ δὲ τῆς Φαναροίας ἐστὶ τὰ Κόμανα τὰ ἐν τῷ Πόντῳ, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ καὶ τῇ αὐτῇ θεῷ καθιερωμένα, ἀφιδρυθέντα ἐκεῖθεν, σχεδὸν δέ τι καὶ τῇ ἀγωγῇ παραπλησίᾳ κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς, καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων, ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς, καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα.ἐμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ, ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν, καὶ ἄλλου Δορυλάου, ὃς ἦν ἐκείνου ἀδελφιδοῦς υἱὸς δὲ Φιλεταίρου, καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασιλείαν ἀφιστὰς Ῥωμαίοις· καταλυθέντος δʼ ἐκείνου συνδιεβλήθη καὶ τὸ γένος. ὀψὲ δὲ Μοαφέρνης ὁ θεῖος τῆς μητρὸς ἡμῶν εἰς ἐπιφάνειαν ἦλθεν ἤδη πρὸς καταλύσει τῆς βασιλείας, καὶ πάλιν τῷ βασιλεῖ συνητύχησαν καὶ αὐτὸς καὶ οἱ ἐκείνου φίλοι, πλὴν εἴ τινες ἔφθησαν προαποστάντες αὐτοῦ, καθάπερ ὁ πάππος ἡμῶν ὁ πρὸς αὐτῆς, ὃς ἰδὼν τὰ τοῦ βασιλέως κακῶς φερόμενα ἐν τῷ πρὸς Λεύκολλον πολέμῳ, καὶ ἅμα ἠλλοτριωμένος αὐτοῦ διʼ ὀργήν, ὅτι ἀνεψιὸν αὐτοῦ Τίβιον καὶ υἱὸν ἐκείνου Θεόφιλον ἐτύγχανεν ἀπεκτονὼς νεωστί, ὥρμησε τιμωρεῖν ἐκείνοις τε καὶ ἑαυτῷ, καὶ λαβὼν παρὰ τοῦ Λευκόλλου πίστεις ἀφίστησιν αὐτῷ πεντεκαίδεκα φρούρια· καὶ ἐπαγγελίαι μὲν ἐγένοντο ἀντὶ τούτων μεγάλαι, ἐπελθὼν δὲ Πομπήιος ὁ διαδεξάμενος τὸν πόλεμον πάντας τοὺς ἐκείνῳ τι χαρισαμένους ἐχθροὺς ὑπέλαβε διὰ τὴν γενομένην αὐτῷ πρὸς ἐκεῖνον ἀπέχθειαν, διαπολεμήσας δὲ καὶ ἐπανελθὼν οἴκαδε ἐξενίκησεν ὥστε τὰς τιμάς, ἃς ὑπέσχετο ὁ Λεύκολλος τῶν Ποντικῶν τισι, μὴ κυρῶσαι τὴν σύγκλητον· ἄδικον γὰρ εἶναι κατορθώσαντος ἑτέρου τὸν πόλεμον τὰ βραβεῖα ἐπʼ ἄλλῳ γενέσθαι καὶ τὴν τῶν ἀριστείων διανομήν.ἐπὶ μὲν οὖν τῶν βασιλέων οὕτω τὰ Κόμανα διῳκεῖτο ὡς εἴρηται, παραλαβὼν δὲ Πομπήιος τὴν ἐξουσίαν Ἀρχέλαον ἐπέστησεν ἱερέα καὶ προσώρισεν αὐτῷ χώραν δίσχοινον κύκλῳ (τοῦτο δʼ ἔστιν ἑξήκοντα στάδιοι) πρὸς τῇ ἱερᾷ, προστάξας τοῖς ἐνοικοῦσι πειθαρχεῖν αὐτῷ· τούτων μὲν οὖν ἡγεμὼν ἦν καὶ τῶν τὴν πόλιν οἰκούντων ἱεροδούλων κύριος πλὴν τοῦ πιπράσκειν· ἦσαν δὲ οὐκ ἐλάττους οὐδʼ ἐνταῦθα τῶν ἑξακισχιλίων. ἦν δʼ οὗτος Ἀρχέλαος υἱὸς μὲν τοῦ ὑπὸ Σύλλα καὶ τῆς συγκλήτου τιμηθέντος, φίλος δὲ Γαβινίου τῶν ὑπατικῶν τινος. ἐκείνου δὲ πεμφθέντος εἰς Συρίαν ἧκε καὶ αὐτὸς ἐπʼ ἐλπίδι τοῦ κοινωνήσειν αὐτῷ παρασκευαζομένῳ πρὸς τὸν Παρθικὸν πόλεμον, οὐκ ἐπιτρεπούσης δὲ τῆς συγκλήτου ταύτην ἀφεὶς τὴν ἐλπίδα ἄλλην εὕρατο μείζω. ἐτύγχανε γὰρ Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας πατὴρ ὑπὸ τῶν Αἰγυπτίων ἐκβεβλημένος, θυγάτηρ δʼ αὐτοῦ κατεῖχε τὴν βασιλείαν, ἀδελφὴ πρεσβυτέρα τῆς Κλεοπάτρας· ταύτῃ ζητουμένου ἀνδρὸς βασιλικοῦ γένους ἐνεχείρισεν ἑαυτὸν τοῖς συμπράττουσι, προσποιησάμενος Μιθριδάτου τοῦ Εὐπάτορος υἱὸς εἶναι, καὶ παραδεχθεὶς ἐβασίλευσεν ἓξ μῆνας. τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει κατάγων τὸν Πτολεμαῖον.υἱὸς δʼ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν· εἶθʼ ὕστερον Λυκομήδης, ᾧ καὶ τετράσχοινος ἄλλη προσετέθη· καταλυθέντος δὲ καὶ τούτου νῦν ἔχει Δύτευτος υἱὸς Ἀδιατόριγος, ὃς δοκεῖ ταύτης τυγχάνειν τῆς τιμῆς παρὰ Καίσαρος τοῦ Σεβαστοῦ διʼ ἀρετήν. ὁ μὲν γὰρ Καῖσαρ θριαμβεύσας τὸν Ἀδιατόριγα μετὰ παίδων καὶ γυναικὸς ἔγνω ἀναιρεῖν μετὰ τοῦ πρεσβυτάτου τῶν παίδων (ἦν δὲ πρεσβύτατος οὗτος), τοῦ δὲ δευτέρου τῶν ἀδελφῶν αὐτοῦ φήσαντος εἶναι πρεσβυτάτου πρὸς τοὺς ἀπάγοντας στρατιώτας, ἔρις ἦν ἀμφοτέροις πολὺν χρόνον ἕως οἱ γονεῖς ἔπεισαν τὸν Δύτευτον παραχωρῆσαι τῷ νεωτέρῳ τῆς νίκης· αὐτὸν γὰρ ἐν ἡλικίᾳ μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῇ μητρὶ ἔσεσθαι καὶ τῷ λειπομένῳ ἀδελφῷ· οὕτω δὲ τὸν μὲν συναποθανεῖν τῷ πατρί, τοῦτον δὲ σωθῆναι καὶ τυχεῖν τῆς τιμῆς ταύτης. αἰσθόμενος γάρ, ὡς ἔοικε, Καῖσαρ ἤδη τῶν ἀνθρώπων ἀνῃρημένων ἠχθέσθη, καὶ τούς γε σωζομένους εὐεργεσίας καὶ ἐπιμελείας ἀξίους ὑπέλαβε δοὺς αὐτοῖς ταύτην τὴν τιμήν.τὰ μὲν οὖν Κόμανα εὐανδρεῖ καὶ ἔστιν ἐμπόριον τοῖς ἀπὸ τῆς Ἀρμενίας ἀξιόλογον· συνέρχονται δὲ κατὰ τὰς ἐξόδους τῆς θεοῦ πανταχόθεν ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἄνδρες ὁμοῦ γυναιξὶν ἐπὶ τὴν ἑορτήν· καὶ ἄλλοι δὲ κατʼ εὐχὴν ἀεί τινες ἐπιδημοῦσι θυσίας ἐπιτελοῦντες τῇ θεῷ. καί εἰσιν ἁβροδίαιτοι οἱ ἐνοικοῦντες, καὶ οἰνόφυτα τὰ κτήματα αὐτῶν ἐστι πάντα, καὶ πλῆθος γυναικῶν τῶν ἐργαζομένων ἀπὸ τοῦ σώματος, ὧν αἱ πλείους εἰσὶν ἱεραί. τρόπον γὰρ δή τινα μικρὰ Κόρινθός ἐστιν ἡ πόλις· καὶ γὰρ ἐκεῖ διὰ τὸ πλῆθος τῶν ἑταιρῶν, αἳ τῆς Ἀφροδίτης ἦσαν ἱεραί, πολὺς ἦν ὁ ἐπιδημῶν καὶ ἐνεορτάζων τῷ τόπῳ· οἱ δʼ ἐμπορικοὶ καὶ στρατιωτικοὶ τελέως ἐξανηλίσκοντο, ὥστʼ ἐπʼ αὐτῶν καὶ παροιμίαν ἐκπεσεῖν τοιαύτην οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς. τὰ μὲν δὴ Κόμανα τοιαῦτα.