μετὰ δὲ τὴν Θεμίσκυράν ἐστιν ἡ Σιδήνη, πεδίον εὔδαιμον, οὐχ ὁμοίως δὲ κατάρρυτον, ἔχον χωρία ἐρυμνὰ ἐπὶ τῇ παραλίᾳ, τήν τε Σίδην ἀφʼ ἧς ὠνομάσθη Σιδήνη, καὶ Χάβακα καὶ Φάβδα· μέχρι μὲν δὴ δεῦρο Ἀμισηνή. ἄνδρες δὲ γεγόνασιν ἄξιοι μνήμης κατὰ παιδείαν ἐνταῦθα μαθηματικοὶ μὲν Δημήτριος ὁ τοῦ Ῥαθηνοῦ καὶ Διονυσόδωρος ὁμώνυμος τῷ Μηλίῳ γεωμέτρῃ, γραμματικὸς δὲ Τυραννίων οὗ ἡμεῖς ἠκροασάμεθα.μετὰ δὲ τὴν Σιδήνην ἡ Φαρνακία ἐστὶν ἐρυμνὸν πόλισμα, καὶ μετὰ ταῦτα ἡ Τραπεζοῦς πόλις Ἑλληνίς, εἰς ἣν ἀπὸ τῆς Ἀμισοῦ περὶ δισχιλίους καὶ διακοσίους σταδίους ἐστὶν ὁ πλοῦς· εἶτʼ ἔνθεν εἰς Φᾶσιν χίλιοί που καὶ τετρακόσιοι, ὥστε οἱ σύμπαντες ἀπὸ τοῦ Ἱεροῦ μέχρι Φάσιδος περὶ ὀκτακισχιλίους σταδίους εἰσὶν ἢ μικρῷ πλείους ἢ ἐλάττους. ἐν δὲ τῇ παραλίᾳ ταύτῃ ἀπὸ Ἀμισοῦ πλέουσιν ἡ Ἡράκλειος ἄκρα πρῶτον ἔστιν, εἶτʼ ἄλλη ἄκρα Ἰασόνιον καὶ ὁ Γενήτης, εἶτα Κοτύωρα πολίχνη ἐξ ἧς συνῳκίσθη ἡ Φαρνακία, εἶτʼ Ἰσχόπολις κατερηριμμένη, εἶτα κόλπος ἐν ᾧ Κερασοῦς τε καὶ Ἑρμώνασσα κατοικίαι μέτριαι, εἶτα τῆς Ἑρμωνάσσης πλησίον ἡ Τραπεζοῦς, εἶθʼ ἡ Κολχίς· ἐνταῦθα δέ που ἐστὶ καὶ Ζυγόπολίς τις λεγομένη κατοικία. περὶ μὲν οὖν τῆς Κολχίδος εἴρηται καὶ τῆς ὑπερκειμένης παραλίας.τῆς δὲ Τραπεζοῦντος ὑπέρκεινται καὶ τῆς Φαρνακίας Τιβαρανοί τε καὶ Χαλδαῖοι καὶ Σάννοι, οὓς πρότερον ἐκάλουν Μάκρωνας, καὶ ἡ μικρὰ Ἀρμενία· καὶ οἱ Ἀππαῗται δέ πως πλησιάζουσι τοῖς χωρίοις τούτοις οἱ πρότερον Κερκῖται. διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης ὄρος τραχύτατον συνάπτον τοῖς Μοσχικοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς Κολχίδος, οὗ τὰ ἄκρα κατέχουσιν οἱ Ἑπτακωμῆται, καὶ ὁ Παρυάδρης ὁ μέχρι τῆς μικρᾶς Ἀρμενίας ἀπὸ τῶν κατὰ Σιδήνην καὶ Θεμίσκυραν τόπων διατείνων καὶ ποιῶν τὸ ἑωθινὸν τοῦ Πόντου πλευρόν. εἰσὶ δʼ ἅπαντες μὲν οἱ ὄρειοι τούτων ἄγριοι τελέως, ὑπερβέβληνται δὲ τοὺς ἄλλους οἱ Ἑπτακωμῆται· τινὲς δὲ καὶ ἐπὶ δένδρεσιν ἢ πυργίοις οἰκοῦσι, διὸ καὶ Μοσυνοίκους ἐκάλουν οἱ παλαιοί, τῶν πύργων μοσσύνων λεγομένων. ζῶσι δʼ ἀπὸ θηρείων σαρκῶν καὶ τῶν ἀκροδρύων, ἐπιτίθενται δὲ καὶ τοῖς ὁδοιποροῦσι καταπηδήσαντες ἀπὸ τῶν ἰκρίων. οἱ δὲ Ἑπτακωμῆται τρεῖς Πομπηίου σπείρας κατέκοψαν διεξιούσας τὴν ὀρεινήν, κεράσαντες κρατῆρας ἐν ταῖς ὁδοῖς τοῦ μαινομένου μέλιτος, ὃ φέρουσιν οἱ ἀκρεμόνες τῶν δένδρων· πιοῦσι γὰρ καὶ παρακόψασιν ἐπιθέμενοι ῥᾳδίως διεχειρίσαντο τοὺς ἀνθρώπους. ἐκαλοῦντο δὲ τούτων τινὲς τῶν βαρβάρων καὶ Βύζηρες.οἱ δὲ νῦν Χαλδαῖοι Χάλυβες τὸ παλαιὸν ὠνομάζοντο, καθʼ οὓς μάλιστα ἡ Φαρνακία ἵδρυται, κατὰ θάλατταν μὲν ἔχουσα εὐφυΐαν τὴν ἐκ τῆς πηλαμυδείας (πρώτιστα γὰρ ἁλίσκεται ἐνταῦθα τὸ ὄψον τοῦτο), ἐκ δὲ τῆς γῆς τὰ μέταλλα νῦν μὲν σιδήρου πρότερον δὲ καὶ ἀργύρου. ὅλως δὲ κατὰ τοὺς τόπους τούτους ἡ παραλία στενὴ τελέως ἐστίν· ὑπέρκειται γὰρ εὐθὺς τὰ ὄρη μετάλλων πλήρη καὶ δρυμῶν, γεωργεῖται δʼ οὐ πολλά· λείπεται δὴ τοῖς μὲν μεταλλευταῖς ἐκ τῶν μετάλλων ὁ βίος, τοῖς δὲ θαλαττουργοῖς ἐκ τῆς ἁλιείας καὶ μάλιστα τῶν πηλαμύδων καὶ τῶν δελφίνων· ἐπακολουθοῦντες γὰρ ταῖς ἀγέλαις τῶν ἰχθύων, κορδύλης τε καὶ θύννης καὶ αὐτῆς τῆς πηλαμύδος, πιαίνονταί τε καὶ εὐάλωτοι γίνονται διὰ τὸ πλησιάζειν τῇ γῇ προαλέστερον· δελεαζομένους μόνοι οὗτοι κατακόπτουσι τοὺς δελφῖνας καὶ τῷ στέατι πολλῷ χρῶνται πρὸς ἅπαντα.τούτους οὖν οἶμαι λέγειν τὸν ποιητὴν Ἁλιζώνους ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ τηλόθεν ἐκ Χαλύβης, ἢ τῶν ἀνθρώπων πρότερον Ἀλύβων λεγομένων ἀντὶ Χαλύβων· οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότερον δʼ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας, καὶ ταῦτα τῶν ὀνομάτων μεταπτώσεις πολλὰς δεχομένων καὶ μάλιστα ἐν τοῖς βαρβάροις· Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θρᾳκῶν, εἶτα Σιντοί, εἶτα Σάιοι, παρʼ οἷς φησιν Ἀρχίλοχος τὴν ἀσπίδα ῥῖψαι ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων. οἱ δʼ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται· πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους· ὁμοίως δὲ καὶ Βρῦγοι καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί, καὶ Μυσοὶ καὶ Μαίονες καὶ Μῄονες· οὐ χρεία δὲ πλεονάζειν. ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δʼ ἑξῆς καὶ τὰ συνῳδὰ οὐ νοῶν, καὶ μάλιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας, ἀποδοκιμάζει τὴν δόξαν· ἡμεῖς δʼ ἀντιπαραθέντες τῇ ἡμετέρᾳ τὴν ἐκείνου καὶ τὰς τῶν ἄλλων ὑπολήψεις σκοπῶμεν.οἱ μὲν οὖν μεταγράφουσιν Ἀλαζώνων οἱ δʼ Ἀμαζώνων ποιοῦντες, τὸ δʼ ἐξ Ἀλύβης ἐξ Ἀλόπης ἢ ἐξ Ἀλόβης, τοὺς μὲν Σκύθας Ἀλαζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη καὶ Καλλιπίδας καὶ ἄλλα ὀνόματα, ἅπερ Ἑλλάνικός τε καὶ Ἡρόδοτος καὶ Εὔδοξος κατεφλυάρησαν ἡμῶν, τοὺς δʼ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας, καθάπερ Ἔφορος νομίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ· καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δʼ ὑπὸ Ἀμαζόνων, ὧν καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν. ἡ δὲ Ἀλύβη ἢ ὥς τινες Ἀλόπη ἢ Ἀλόβη πῶς ἂν ἐν τοῖς τόποις τούτοις ἐξητάζετο; πῶς δὲ τηλόθεν; πῶς δʼ ἡ τοῦ ἀργύρου γενέθλη;