τὰ δὲ διαστήματα οὕτω λέγει· ἀπὸ μὲν τοῦ Κασπίου ἐπὶ τὸν Κῦρον ὡς χιλίους ὀκτακοσίους σταδίους, ἔνθεν δʼ ἐπὶ Κασπίας πύλας πεντακισχιλίους ἑξακοσίους, εἶτʼ εἰς Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις ἑξακισχιλίους τετρακοσίους, εἶτʼ εἰς Βάκτραν τὴν πόλιν, ἣ καὶ Ζαριάσπα καλεῖται, τρισχιλίους ὀκτακοσίους ἑβδομήκοντα, εἶτʼ ἐπὶ τὸν Ἰαξάρτην ποταμόν, ἐφʼ ὃν Ἀλέξανδρος ἧκεν, ὡς πεντακισχιλίους· ὁμοῦ δισμύριοι δισχίλιοι ἑξακόσιοι ἑβδομήκοντα. λέγει δὲ καὶ οὕτω τὰ διαστήματα ἀπὸ Κασπίων πυλῶν εἰς Ἰνδούς· εἰς μὲν Ἑκατόμπυλον χιλίους ἐνακοσίους ἑξήκοντά φασιν, εἰς δʼ Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις τετρακισχιλίους πεντακοσίους τριάκοντα, εἶτʼ εἰς Προφθασίαν τὴν ἐν Δραγγῇ χιλίους ἑξακοσίους, οἱ δὲ πεντακοσίους, εἶτʼ εἰς Ἀραχωτοὺς τὴν πόλιν τετρακισχιλίους ἑκατὸν εἴκοσιν, εἶτʼ εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον δισχιλίους, εἶτʼ εἰς τὰ ὅρια τῆς Ἰνδικῆς χιλίους· ὁμοῦ μύριοι πεντακισχίλιοι τριακόσιοι. ἐπʼ εὐθείας δὲ τῷ διαστήματι τούτῳ τὸ συνεχὲς δεῖ νοεῖν, τὸ ἀπὸ τοῦ Ἰνδοῦ μέχρι τῆς ἑῴας θαλάττης μῆκος τῆς Ἰνδικῆς. ταῦτα μὲν τὰ περὶ τοὺς Σάκας.ἡ δὲ Παρθυαία πολλὴ μὲν οὐκ ἔστι· συνετέλει γοῦν μετὰ τῶν Ὑρκανῶν κατὰ τὰ Περσικὰ καὶ μετὰ ταῦτα τῶν Μακεδόνων κρατούντων ἐπὶ χρόνον πολύν. πρὸς δὲ τῇ σμικρότητι δασεῖα καὶ ὀρεινή ἐστι καὶ ἄπορος, ὥστε διὰ τοῦτο δρόμῳ διεξιᾶσι τὸν ἑαυτῶν οἱ βασιλεῖς ὄχλον, οὐ δυναμένης τρέφειν τῆς χώρας οὐδʼ ἐπὶ μικρόν· ἀλλὰ νῦν ηὔξηται. μέρη δʼ ἐστὶ τῆς Παρθυηνῆς ἥ τε Κωμισηνὴ καὶ ἡ Χωρήνη, σχεδὸν δέ τι καὶ τὰ μέχρι πυλῶν Κασπίων καὶ Ῥαγῶν καὶ Ταπύρων ὄντα τῆς Μηδίας πρότερον. ἔστι δʼ Ἀπάμεια καὶ Ἡράκλεια, πόλεις περὶ τὰς Ῥάγας. εἰσὶ δʼ ἀπὸ Κασπίων πυλῶν εἰς μὲν Ῥάγας στάδιοι πεντακόσιοι, ὥς φησιν Ἀπολλόδωρος, εἰς δʼ Ἑκατόμπυλον τὸ τῶν Παρθυαίων βασίλειον χίλιοι διακόσιοι ἑξήκοντα· τοὔνομα δὲ ταῖς Ῥάγαις ἀπὸ τῶν γενομένων σεισμῶν γενέσθαι φασίν, ὑφʼ ὧν πόλεις τε συχναὶ καὶ κῶμαι δισχίλιαι, ὡς Ποσειδώνιός φησι, ἀνετράπησαν. τοὺς δὲ Ταπύρους οἰκεῖν φασι μεταξὺ Δερβίκων τε καὶ Ὑρκανῶν. ἱστοροῦσι δὲ περὶ τῶν Ταπύρων ὅτι αὐτοῖς εἴη νόμιμον τὰς γυναῖκας ἐκδιδόναι τὰς γαμετὰς ἑτέροις ἀνδράσιν, ἐπειδὰν ἐξ αὐτῶν ἀνέλωνται δύο ἢ τρία τέκνα, καθάπερ καὶ Κάτων Ὁρτησίῳ δεηθέντι ἐξέδωκε τὴν Μαρκίαν ἐφʼ ἡμῶν κατὰ παλαιὸν Ῥωμαίων ἔθος.νεωτερισθέντων δὲ τῶν ἔξω τοῦ Ταύρου διὰ τὸ πρὸς ἄλλοις εἶναι τοὺς τῆς Συρίας καὶ τῆς Μηδίας βασιλέας τοὺς ἔχοντας καὶ ταῦτα, πρῶτον μὲν τὴν Βακτριανὴν ἀπέστησαν οἱ πεπιστευμένοι καὶ τὴν ἐγγὺς αὐτῆς πᾶσαν, οἱ περὶ Εὐθύδημον. ἔπειτʼ Ἀρσάκης ἀνὴρ Σκύθης τῶν Δαῶν τινας ἔχων τοὺς Πάρνους καλουμένους νομάδας παροικοῦντας τὸν Ὦχον, ἐπῆλθεν ἐπὶ τὴν Παρθυαίαν καὶ ἐκράτησεν αὐτῆς. κατʼ ἀρχὰς μὲν οὖν ἀσθενὴς ἦν διαπολεμῶν πρὸς τοὺς ἀφαιρεθέντας τὴν χώραν καὶ αὐτὸς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, ἔπειθʼ οὕτως ἴσχυσαν ἀφαιρούμενοι τὴν πλησίον ἀεὶ διὰ τὰς ἐν τοῖς πολέμοις κατορθώσεις ὥστε τελευτῶντες ἁπάσης τῆς ἐντὸς Εὐφράτου κύριοι κατέστησαν. ἀφείλοντο δὲ καὶ τῆς Βακτριανῆς μέρος βιασάμενοι τοὺς Σκύθας καὶ ἔτι πρότερον τοὺς περὶ Εὐκρατίδαν, καὶ νῦν ἐπάρχουσι τοσαύτης γῆς καὶ τοσούτων ἐθνῶν ὥστε ἀντίπαλοι τοῖς Ῥωμαίοις τρόπον τινὰ γεγόνασι κατὰ μέγεθος τῆς ἀρχῆς. αἴτιος δʼ ὁ βίος αὐτῶν καὶ τὰ ἔθη τὰ ἔχοντα πολὺ μὲν τὸ βάρβαρον καὶ τὸ Σκυθικόν, πλέον μέντοι τὸ χρήσιμον πρὸς ἡγεμονίαν καὶ τὴν ἐν τοῖς πολέμοις κατόρθωσιν.φασὶ δὲ τοὺς Πάρνους Δάας μετανάστας εἶναι ἐκ τῶν ὑπὲρ τῆς Μαιώτιδος Δαῶν, οὓς Ξανδίους ἢ Παρίους καλοῦσιν· οὐ πάνυ δʼ ὡμολόγηται Δάας εἶναί τινας τῶν ὑπὲρ τῆς Μαιώτιδος Σκυθῶν· ἀπὸ τούτων δʼ οὖν ἕλκειν φασὶ τὸ γένος τὸν Ἀρσάκην, οἱ δὲ Βακτριανὸν λέγουσιν αὐτόν, φεύγοντα δὲ τὴν αὔξησιν τῶν περὶ Διόδοτον ἀποστῆσαι τὴν Παρθυαίαν. εἰρηκότες δὲ πολλὰ περὶ τῶν Παρθικῶν νομίμων ἐν τῇ ἕκτῃ τῶν ἱστορικῶν ὑπομνημάτων βίβλῳ, δευτέρᾳ δὲ τῶν μετὰ Πολύβιον, παραλείψομεν ἐνταῦθα μὴ ταυτολογεῖν δόξωμεν, τοσοῦτον εἰπόντες μόνον ὅτι τῶν Παρθυαίων συνέδριόν φησιν εἶναι Ποσειδώνιος διττόν, τὸ μὲν συγγενῶν τὸ δὲ σοφῶν καὶ μάγων, ἐξ ὧν ἀμφοῖν τοὺς βασιλεῖς καθίστασθαι.ἡ δʼ Ἀρία καὶ ἡ Μαργιανὴ κράτιστα χωρία ἐστὶ ταύτῃ, τῇ μὲν ὑπὸ τῶν ὀρῶν ἐγκλειόμενα τῇ δʼ ἐν πεδίοις τὰς οἰκήσεις ἔχοντα. τὰ μὲν οὖν ὄρη νέμονται σκηνῖταί τινες, τὰ δὲ πεδία ποταμοῖς διαρρεῖται ποτίζουσιν αὐτὰ τὰ μὲν τῷ Ἀρίῳ τὰ δὲ Μάργῳ. ὁμορεῖ δὲ ἡ Ἀρία τῇ Βακτριανῇ καὶ τὴν ὑποστᾶσαν ὄρει τῷ ἔχοντι τὴν Βακτριανήν· διέχει δὲ τῆς Ὑρκανίας περὶ ἑξακισχιλίους σταδίους. συντελὴς δʼ ἦν αὐτῇ καὶ ἡ Δραγγιανὴ μέχρι Καρμανίας, τὸ μὲν πλέον τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα, ἔχουσα μέντοι τινὰ τῶν μερῶν καὶ τοῖς ἀρκτικοῖς πλησιάζοντα τοῖς κατὰ τὴν Ἀρίαν· καὶ ἡ Ἀραχωσία δὲ οὐ πολὺ ἄπωθέν ἐστι, καὶ αὕτη τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα καὶ μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τεταμένη, μέρος οὖσα τῆς Ἀριανῆς. μῆκος δὲ τῆς Ἀρίας ὅσον δισχίλιοι στάδιοι, πλάτος δὲ τριακόσιοι τοῦ πεδίου· πόλεις δὲ Ἀρτακάηνα καὶ Ἀλεξάνδρεια καὶ Ἀχαΐα, ἐπώνυμοι τῶν κτισάντων. εὐοινεῖ δὲ σφόδρα ἡ γῆ· καὶ γὰρ εἰς τριγονίαν παραμένει ἐν ἀπιττώτοις ἄγγεσι.