ἴσως δή τις ἂν φαίη λέγειν αὐτὸν ἀπόρθητον τὴν Αἰτωλίαν ἀφʼ οὗ τοὔνομα τοῦτʼ ἔσχε μετὰ τὴν Αἰτωλοῦ παρουσίαν· ἀλλʼ ἀφῄρηται καὶ τούτου τοῦ νοήματος τὸν λόγον, φήσας ἐν τοῖς ἐφεξῆς τὸ μὲν πλεῖστον τοῦ λαοῦ τοῦ διαμένοντος ἐν τοῖς Αἰτωλοῖς τοῦτο εἶναι τὸ τῶν Ἐπειῶν, συμμιχθέντων δʼ αὐτοῖς ὕστερον Αἰολέων τῶν ἅμα Βοιωτοῖς ἐκ Θετταλίας ἀναστάντων κοινῇ μετὰ τούτων τὴν χώραν κατασχεῖν. ἆρʼ οὖν ἔστι πιστὸν χωρὶς πολέμου τὴν ἀλλοτρίαν ἐπελθόντας συγκατανείμασθαι τοῖς ἔχουσι μηδὲν δεομένοις κοινωνίας τοιαύτης; ἢ τοῦτο μὲν οὐ πιστόν, τὸ δὲ κρατουμένοις τοῖς ὅπλοις ἐπʼ ἴσοις συμβῆναι πιστόν; τί οὖν ἄλλο πόρθησις ἢ τὸ κρατεῖσθαι τοῖς ὅπλοις; καὶ Ἀπολλόδωρος δʼ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἐπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους· ὁ δʼ ὥσπερ κατωρθωκὼς ἐπιλέγει διότι ταῦτα καὶ τὰ τοιαῦτα διακριβοῦν εἰώθαμεν, ὅταν ᾖ τι τῶν πραγμάτων ἢ παντελῶς ἀπορούμενον ἢ ψευδῆ δόξαν ἔχον.τοιοῦτος δʼ ὢν Ἔφορος ἑτέρων ὅμως κρείττων ἐστί· καὶ αὐτὸς ὁ ἐσπουδασμένως οὕτως ἐπαινέσας αὐτὸν Πολύβιος καὶ φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δʼ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων συγγενειῶν μεταναστάσεων ἀρχηγετῶν, ἡμεῖς δέ φησί τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ.ἀλλὰ μὴν σύ γε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς, καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ τὰς δʼ Ἀρτεμιδώρῳ τὰς δʼ ἄλλοις πλείοσι. καὶ ἡμῖν οὖν συγγνώμην καὶ οὐ δυσχεραίνειν δεῖ παρὰ τῶν τοιούτων μεταφέρουσι τὴν πολλὴν ἱστορίαν ἐάν τι πταίωμεν, ἀλλʼ ἀγαπᾶν ἐὰν τὰ πλείω τῶν εἰρημένων ἑτέροις ἄμεινον λέγωμεν ἢ τὰ παραλειφθέντα κατʼ ἄγνοιαν προστιθῶμεν.περὶ δὲ Κουρήτων ἔτι καὶ τοιαῦτα λέγεται, τὰ μὲν ἐγγυτέρω ὄντα τῆς περὶ Αἰτωλῶν καὶ Ἀκαρνάνων ἱστορίας τὰ δʼ ἀπωτέρω· ἐγγυτέρω μὲν τὰ τοιαῦτα οἷα προείρηται, ὅτι τὴν χώραν ἣ νῦν Αἰτωλία καλεῖται Κουρῆτες ᾤκουν, ἐλθόντες δʼ οἱ Αἰτωλοὶ μετὰ Αἰτωλοῦ τούτους ἐξέβαλον εἰς τὴν Ἀκαρνανίαν· καὶ ἔτι τὰ τοιαῦτα, ὅτι τὴν Πλευρωνίαν ὑπὸ Κουρήτων οἰκουμένην καὶ Κουρῆτιν προσαγορευομένην Αἰολεῖς ἐπελθόντες ἀφείλοντο, τοὺς δὲ κατέχοντας ἐξέβαλον. Ἀρχέμαχος δʼ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι, συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν καὶ κατέσπων αὐτούς, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δʼ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι· μετοικῆσαι δʼ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ περὶ Πλευρῶνα χωρία τοὺς πέραν οἰκοῦντας τοῦ Ἀχελώου διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς Ἀκαρνᾶνας καλέσαι· ἔνιοι δʼ ἀπὸ ἥρωος τοὔνομα σχεῖν ἑκάτερον τὸ φῦλον· οἱ δʼ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας ὀνομασθῆναι τοῦ ὑπερκειμένου τῆς Πλευρῶνος, εἶναί τε φῦλόν τι Αἰτωλικὸν τοῦτο, ὡς Ὀφιεῖς καὶ Ἀγραίους καὶ Εὐρυτᾶνας καὶ ἄλλα πλείω. ὡς δʼ εἴρηται, τῆς Αἰτωλίας δίχα διῃρημένης τὰ μὲν περὶ Καλυδῶνα τὸν Οἰνέα ἔχειν φασί, τῆς δὲ Πλευρωνίας μέρος μέν τι καὶ τοὺς Πορθαονίδας ἔχειν τοὺς περὶ τὸν Ἄγριον, εἴπερ ᾤκεον ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.ἐπικρατεῖν μέντοι Θέστιον τῆς Πλευρωνίας, τὸν πενθερὸν τοῦ Οἰνέως Ἀλθαίας δὲ πατέρα, ἡγούμενον τῶν Κουρήτων· πολέμου δʼ ἐμπεσόντος τοῖς Θεστιάδαις πρὸς Οἰνέα καὶ Μελέαγρον, ὡς μὲν ὁ ποιητής ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματικατὰ τὴν περὶ τοῦ κάπρου μυθολογίαν, ὡς δὲ τὸ εἰκὸς περὶ μέρος τῆς χώρας, οὕτω δὴ λέγεται Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι.ταῦτα μὲν τὰ ἐγγυτέρω.τὰ δʼ ἀπωτέρω τῆς ὑποθέσεως ταύτης, ἄλλως δὲ διὰ τὴν ὁμωνυμίαν εἰς ταὐτὸν ὑπὸ τῶν ἱστορικῶν ἀγόμενα, ἅπερ Κουρητικὰ μὲν καὶ περὶ Κουρήτων λέγεται, ὁμοίως ὥσπερ καὶ τὰ περὶ τῶν τὴν Αἰτωλίαν καὶ τὴν Ἀκαρνανίαν οἰκησάντων, ἐκείνων μὲν διαφέρει, ἔοικε δὲ μᾶλλον τῷ περὶ Σατύρων καὶ Σειληνῶν καὶ Βακχῶν καὶ Τιτύρων λόγῳ· τοιούτους γάρ τινας δαίμονας ἢ προπόλους θεῶν τοὺς Κουρῆτάς φασιν οἱ παραδόντες τὰ Κρητικὰ καὶ τὰ Φρύγια, ἱερουργίαις τισὶν ἐμπεπλεγμένα ταῖς μὲν μυστικαῖς ταῖς δʼ ἄλλαις περί τε τὴν τοῦ Διὸς παιδοτροφίαν τὴν ἐν Κρήτῃ καὶ τοὺς τῆς μητρὸς τῶν θεῶν ὀργιασμοὺς ἐν τῇ Φρυγίᾳ καὶ τοῖς περὶ τὴν Ἴδην τὴν Τρωικὴν τόποις. τοσαύτη δʼ ἐστὶν ἐν τοῖς λόγοις τούτοις ποικιλία, τῶν μὲν τοὺς αὐτοὺς τοῖς Κουρῆσι τοὺς Κορύβαντας καὶ Καβείρους καὶ Ἰδαίους δακτύλους καὶ Τελχῖνας ἀποφαινόντων, τῶν δὲ συγγενεῖς ἀλλήλων καὶ μικράς τινας αὐτῶν πρὸς ἀλλήλους διαφορὰς διαστελλομένων, ὡς δὲ τύπῳ εἰπεῖν καὶ κατὰ τὸ πλέον, ἅπαντας ἐνθουσιαστικούς τινας καὶ βακχικοὺς καὶ ἐνοπλίῳ κινήσει μετὰ θορύβου καὶ ψόφου καὶ κυμβάλων καὶ τυμπάνων καὶ ὅπλων, ἔτι δʼ αὐλοῦ καὶ βοῆς ἐκπλήττοντας κατὰ τὰς ἱερουργίας ἐν σχήματι διακόνων, ὥςτε καὶ τὰ ἱερὰ τρόπον τινὰ κοινοποιεῖσθαι ταῦτά τε καὶ τῶν Σαμοθρᾴκων καὶ τὰ ἐν Λήμνῳ καὶ ἄλλα πλείω διὰ τὸ τοὺς προπόλους λέγεσθαι τοὺς αὐτούς. ἔστι μὲν οὖν θεολογικὸς πᾶς ὁ τοιοῦτος τρόπος τῆς ἐπισκέψεως καὶ οὐκ ἀλλότριος τῆς τοῦ φιλοσόφου θεωρίας.