καθόλου μὲν οὖν ταῦτα περὶ τῆς χώρας ἐστὶ τῆς τῶν Ἀκαρνάνων καὶ τῶν Αἰτωλῶν, περὶ δὲ τῆς παραλίας καὶ τῶν προκειμένων νήσων ἔτι καὶ ταῦτα προσληπτέον· ἀπὸ γὰρ τοῦ στόματος ἀρξαμένοις τοῦ Ἀμβρακικοῦ κόλπου πρῶτόν ἐστιν Ἀκαρνάνων χωρίον τὸ Ἄκτιον. ὁμωνύμως δὲ λέγεται τό τε ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου, ἔχουσα καὶ λιμένα ἐκτός. τοῦ δʼ ἱεροῦ τετταράκοντα μὲν σταδίους ἀπέχει τὸ Ἀνακτόριον ἐν τῷ κόλπῳ ἱδρυμένον, διακοσίους δὲ καὶ τετταράκοντα ἡ Λευκάς.αὕτη δʼ ἦν τὸ παλαιὸν μὲν χερρόνησος τῆς Ἀκαρνάνων γῆς, καλεῖ δʼ ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείροιο, τὴν περαίαν τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἤπειρον καλῶν· αὕτη δʼ ἐστὶν ἡ Ἀκαρνανία· ὥστε, ὅταν φῇ ἀκτὴν ἠπείροιο, τῆς Ἀκαρνανίας ἀκτὴν δέχεσθαι δεῖ. τῆς δὲ Λευκάδος ἥ τε Νήριτος, ἥν φησιν ἑλεῖν ὁ Λαέρτης ἦ μὲν Νήριτον εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,καὶ ἃς ἐν καταλόγῳ φησί καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν.Κορίνθιοι δὲ πεμφθέντες ὑπὸ Κυψέλου καὶ Γόργου ταύτην τε κατέσχον τὴν ἀκτὴν καὶ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου προῆλθον, καὶ ἥ τε Ἀμβρακία συνῳκίσθη καὶ Ἀνακτόριον, καὶ τῆς χερρονήσου διορύξαντες τὸν ἰσθμὸν ἐποίησαν νῆσον τὴν Λευκάδα, καὶ μετενέγκαντες τὴν Νήριτον ἐπὶ τὸν τόπον, ὃς ἦν ποτὲ μὲν ἰσθμὸς νῦν δὲ πορθμὸς γεφύρᾳ ζευκτός, μετωνόμασαν Λευκάδα, ἐπώνυμον δοκῶ μοι τοῦ Λευκάτα· πέτρα γάρ ἐστι λευκὴ τὴν χρόαν, προκειμένη τῆς Λευκάδος εἰς τὸ πέλαγος καὶ τὴν Κεφαλληνίαν, ὡς ἐντεῦθεν τοὔνομα λαβεῖν.ἔχει δὲ τὸ τοῦ Λευκάτα Ἀπόλλωνος ἱερὸν καὶ τὸ ἅλμα τὸ τοὺς ἔρωτας παύειν πεπιστευμένον· οὗ δὴ λέγεται πρώτη Σαπφώ ὥς φησιν ὁ Μένανδρος τὸν ὑπέρκομπον θηρῶσα Φάωνʼ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς ἅλμα κατʼ εὐχὴν σήν, δέσποτʼ ἄναξ. ὁ μὲν οὖν Μένανδρος πρώτην ἁλέσθαι λέγει τὴν Σαπφώ, οἱ δʼ ἔτι ἀρχαιολογικώτεροι Κέφαλόν φασιν ἐρασθέντα Πτερέλα τὸν Δηιονέως. ἦν δὲ καὶ πάτριον τοῖς Λευκαδίοις κατʼ ἐνιαυτὸν ἐν τῇ θυσίᾳ τοῦ Ἀπόλλωνος ἀπὸ τῆς σκοπῆς ῥιπτεῖσθαί τινα τῶν ἐν αἰτίαις ὄντων ἀποτροπῆς χάριν, ἐξαπτομένων ἐξ αὐτοῦ παντοδαπῶν πτερῶν καὶ ὀρνέων ἀνακουφίζειν δυναμένων τῇ πτήσει τὸ ἅλμα, ὑποδέχεσθαι δὲ κάτω μικραῖς ἁλιάσι κύκλῳ περιεστῶτας πολλοὺς καὶ περισώζειν εἰς δύναμιν τῶν ὅρων ἔξω τὸν ἀναληφθέντα. ὁ δὲ τὴν Ἀλκμαιονίδα γράψας, Ἰκαρίου τοῦ Πηνελόπης πατρὸς υἱεῖς γενέσθαι δύο, Ἀλυζέα καὶ Λευκάδιον, δυναστεῦσαι δʼ ἐν τῇ Ἀκαρνανίᾳ τούτους μετὰ τοῦ πατρός· τούτων οὖν ἐπωνύμους τὰς πόλεις Ἔφορος λέγεσθαι δοκεῖ.Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες· εἰπὼν γάρ αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας, οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον(τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος· καί οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδακαὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος· καί οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τεκαὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν· καί Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοιὡς καὶ ἐκείνων Τρώων ὄντων)· πλὴν μετά γε Νήριτον φησί καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο.ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων,τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης· Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται, ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλʼ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα. τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθʼ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ. ὅταν δʼ εἴπῃ ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν. Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα Σάμοιό τε παιπαλοέσσης,ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν Δουλιχίῳ τε Σάμῳ τεἀλλὰ μή Σάμῃ τε δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον·ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν.ἔχει δὲ ταῦτα λόγον. οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.