Γεραιστὸς δʼ ἐν μὲν τῷ καταλόγῳ τῶν νεῶν οὐκ εἴρηται, μέμνηται δʼ ὁ ποιητὴς ὅμως αὐτοῦ ἐς δὲ Γεραιστὸν ἐννύχιοι κατάγοντο,καὶ δηλοῖ διότι τοῖς διαίρουσιν ἐκ τῆς Ἀσίας εἰς τὴν Ἀττικὴν ἐπικαιρίως κεῖται τῷ Σουνίῳ πλησιάζον τὸ χωρίον· ἔχει δʼ ἱερὸν Ποσειδῶνος ἐπισημότατον τῶν ταύτῃ καὶ κατοικίαν ἀξιόλογον.μετὰ δὲ τὸν Γεραιστὸν Ἐρέτρια πόλις μεγίστη τῆς Εὐβοίας μετὰ Χαλκίδα, ἔπειθʼ ἡ Χαλκὶς μητρόπολις τῆς νήσου τρόπον τινά, ἐπʼ αὐτῷ τῷ Εὐρίπῳ ἱδρυμένη· ἀμφότεραι δὲ πρὸ τῶν Τρωικῶν ὑπʼ Ἀθηναίων ἐκτίσθαι λέγονται, καὶ μετὰ τὰ Τρωικὰ Ἄικλος καὶ Κόθος ἐξ Ἀθηνῶν ὁρμηθέντες ὁ μὲν τὴν Ἐρέτριαν ᾤκισε Κόθος δὲ τὴν Χαλκίδα· καὶ τῶν Αἰολέων δέ τινες ἀπὸ τῆς Πενθίλου στρατιᾶς κατέμειναν ἐν τῇ νήσῳ, τὸ δὲ παλαιὸν καὶ Ἄραβες οἱ Κάδμῳ συνδιαβάντες. αἱ δʼ οὖν πόλεις αὗται διαφερόντως αὐξηθεῖσαι καὶ ἀποικίας ἔστειλαν ἀξιολόγους εἰς Μακεδονίαν· Ἐρέτρια μὲν γὰρ συνῴκισε τὰς περὶ Παλλήνην καὶ τὸν Ἄθω πόλεις, ἡ δὲ Χαλκὶς τὰς ὑπὸ Ὀλύνθῳ, ἃς Φίλιππος διελυμήνατο. καὶ τῆς Ἰταλίας δὲ καὶ Σικελίας πολλὰ χωρία Χαλκιδέων ἐστίν· ἐστάλησαν δὲ αἱ ἀποικίαι αὗται, καθάπερ εἴρηκεν Ἀριστοτέλης, ἡνίκα ἡ τῶν Ἱπποβοτῶν καλουμένη ἐπεκράτει πολιτεία· προέστησαν γὰρ αὐτῆς ἀπὸ τιμημάτων ἄνδρες ἀριστοκρατικῶς ἄρχοντες. κατὰ δὲ τὴν Ἀλεξάνδρου διάβασιν καὶ τὸν περίβολον τῆς πόλεως ηὔξησαν, ἐντὸς τείχους λαβόντες τόν τε Κάνηθον καὶ τὸν Εὔριπον, ἐπιστήσαντες τῇ γεφύρᾳ πύργους καὶ πύλας καὶ τεῖχος.ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον. ἐν δὲ τούτῳ θερμῶν τε ὑδάτων εἰσὶν ἐκβολαὶ πρὸς θεραπείαν νόσων εὐφυεῖς, οἷς ἐχρήσατο καὶ Σύλλας Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμών· καὶ μέταλλον δʼ ὑπῆρχε θαυμαστὸν χαλκοῦ καὶ σιδήρου κοινόν, ὅπερ οὐχ ἱστοροῦσιν ἀλλαχοῦ συμβαῖνον· νυνὶ μέντοι ἀμφότερα ἐκλέλοιπεν, ὥσπερ καὶ Ἀθήνησι τἀργυρεῖα. ἔστι δὲ καὶ ἅπασα μὲν ἡ Εὔβοια εὔσειστος, μάλιστα δʼ ἡ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ ἡ Βοιωτία καὶ ἄλλοι τόποι, περὶ ὧν ἐμνήσθημεν διὰ πλειόνων πρότερον. ὑπὸ τοιοῦδε πάθους καὶ ἡ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ Ποντίῳ Γλαύκῳ Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα. Χαλκὶς δʼ ὁμωνύμως λέγεται καὶ ἐν Αἰτωλίᾳ Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν, καὶ ἐν τῇ νῦν Ἠλείᾳ βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσανοἱ περὶ Τηλέμαχον ἀπιόντες παρὰ Νέστορος εἰς τὴν οἰκείαν.Ἐρέτριαν δʼ οἱ μὲν ἀπὸ Μακίστου τῆς Τριφυλίας ἀποικισθῆναί φασιν ὑπʼ Ἐρετριέως, οἱ δʼ ἀπὸ τῆς Ἀθήνησιν Ἐρετρίας, ἣ νῦν ἐστὶν ἀγορά· ἔστι δὲ καὶ περὶ Φάρσαλον Ἐρέτρια, ἱερὰ τοῦ Ἀπόλλωνος. Ἀδμήτου δʼ ἵδρυμα λέγεται τὸ ἱερόν, παρʼ ᾧ θητεῦσαι λέγουσι τὸν θεὸν ἐνιαυτόν, πλησίον τοῦ πορθμοῦ. Μελανηὶς δʼ ἐκαλεῖτο πρότερον ἡ Ἐρέτρια καὶ Ἀρότρια· ταύτης δʼ ἐστὶ κώμη ἡ Ἀμάρυνθος ἀφʼ ἑπτὰ σταδίων τοῦ τείχους. τὴν μὲν οὖν ἀρχαίαν πόλιν κατέσκαψαν Πέρσαι, σαγηνεύσαντες, ὥς φησιν Ἡρόδοτος, τοὺς ἀνθρώπους τῷ πλήθει, περιχυθέντων τῶν βαρβάρων τῷ τείχει· καὶ δεικνύουσιν ἔτι τοὺς θεμελίους, καλοῦσι δὲ παλαιὰν Ἐρέτριαν, ἡ δὲ νῦν ἐπέκτισται. τὴν δὲ δύναμιν τὴν Ἐρετριέων ἣν ἔσχον ποτὲ μαρτυρεῖ ἡ στήλη, ἣν ἀνέθεσάν ποτε ἐν τῷ ἱερῷ τῆς Ἀμαρυνθίας Ἀρτέμιδος· γέγραπται δʼ ἐν αὐτῇ τρισχιλίοις μὲν ὁπλίταις ἑξακοσίοις δʼ ἱππεῦσιν ἑξήκοντα δʼ ἅρμασι ποιεῖν τὴν πομπήν· ἐπῆρχον δὲ καὶ Ἀνδρίων καὶ Τηνίων καὶ Κείων καὶ ἄλλων νήσων. ἐποίκους δʼ ἔσχον ἀπʼ Ἤλιδος, ἀφʼ οὗ καὶ τῷ γράμματι τῷ ῥῶ πολλῷ χρησάμενοι οὐκ ἐπὶ τέλει μόνον τῶν ῥημάτων ἀλλὰ καὶ ἐν μέσῳ κεκωμῴδηνται. ἔστι δὲ καὶ Οἰχαλία κώμη τῆς Ἐρετρικῆς, λείψανον τῆς ἀναιρεθείσης πόλεως ὑπὸ Ἡρακλέους, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ, ἣν Ἀνδανίαν οἱ ὕστερον ἐκάλεσαν, καὶ τῇ ἐν Αἰτωλίᾳ περὶ τοὺς Εὐρυτᾶνας.νυνὶ μὲν οὖν ὁμολογουμένως ἡ Χαλκὶς φέρεται τὰ πρωτεῖα καὶ μητρόπολις αὕτη λέγεται τῶν Εὐβοέων, δευτερεύει δʼ ἡ Ἐρέτρια. ἀλλὰ καὶ πρότερον αὗται μέγα εἶχον ἀξίωμα καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην, ὥστε καὶ φιλοσόφοις ἀνδράσι παρασχεῖν διαγωγὴν ἡδεῖαν καὶ ἀθόρυβον. μαρτυρεῖ δʼ ἥ τε τῶν Ἐρετρικῶν φιλοσόφων σχολὴ τῶν περὶ Μενέδημον ἐν τῇ Ἐρετρίᾳ γενομένη, καὶ ἔτι πρότερον ἡ Ἀριστοτέλους ἐν τῇ Χαλκίδι διατριβή, ὅς γε κἀκεῖ κατέλυσε τὸν βίον.τὸ μὲν οὖν πλέον ὡμολόγουν ἀλλήλαις αἱ πόλεις αὗται, περὶ δὲ Ληλάντου διενεχθεῖσαι οὐδʼ οὕτω τελέως ἐπαύσαντο ὥστʼ ἐν τῷ πολέμῳ κατὰ αὐθάδειαν δρᾶν ἕκαστα, ἀλλὰ συνέθεντο ἐφʼ οἷς συστήσονται τὸν ἀγῶνα. δηλοῖ δὲ καὶ τοῦτο ἐν τῷ Ἀμαρυνθίῳ στήλη τις φράζουσα μὴ χρῆσθαι τηλεβόλοις.οἱ δʼ Εὐβοεῖς ἀγαθοὶ πρὸς μάχην ὑπῆρξαν τὴν σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός. δόρασι δʼ ἐχρῶντο τοῖς ὀρεκτοῖς, ὥς φησιν ὁ ποιητής αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήσσειν. ἀλλοίων ἴσως ὄντων τῶν παλτῶν, οἵαν εἰκὸς εἶναι τὴν Πηλιάδα μελίην ἥν, ὥς φησιν ὁ ποιητής οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύςκαὶ ὁ εἰπών δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀιστῷ,τῷ παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες τοῖς παλτοῖς χρώμενοι δόρασιν εἰσάγονται πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζοντες· ἀγχέμαχοι δʼ εἰσὶν οὐχ οἱ ξίφει χρώμενοι μόνον, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὥς φησιν οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.τοὺς μὲν οὖν Εὐβοέας τούτῳ τῷ τρόπῳ χρωμένους εἰσάγει, περὶ δὲ Λοκρῶν τἀναντία λέγει ὡς οὔ σφιν σταδίης ὑσμίνης ἔργα μέμηλεν, ἀλλʼ ἄρα τόξοισι καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο.περιφέρεται δὲ καὶ χρησμὸς ἐκδοθεὶς Αἰγιεῦσιν ἵππον Θεσσαλικόν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας θʼ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης, τοὺς Χαλκιδέας λέγων ὡς ἀρίστους· ἐκεῖ γὰρ ἡ Ἀρέθουσα.