ὅτι δʼ ἡ ἀνάβασις καὶ αἱ προσχώσεις τοιαῦταί τινες, κοινότερον πεπύσθαι εἰκὸς ἦν· ἐξ ὧν συνθεὶς ὁ ποιητὴς ὅτι πλέον ἢ τότε ἀφειστήκει τῆς γῆς ἡ νῆσος κατὰ τὴν Μενελάου παρουσίαν, προσέθηκε παρʼ ἑαυτοῦ πολλαπλάσιον διάστημα τοῦ μυθώδους χάριν. αἱ δὲ μυθοποιίαι οὐκ ἀγνοίας σημεῖον δήπου· οὐδὲ τὰ περὶ τοῦ Πρωτέως καὶ τῶν Πυγμαίων, οὐδʼ αἱ τῶν φαρμάκων δυνάμεις, οὐδʼ εἴ τι ἄλλο τοιοῦτον οἱ ποιηταὶ πλάττουσιν· οὐ γὰρ κατʼ ἄγνοιαν τῶν τοπικῶν λέγεται, ἀλλʼ ἡδονῆς καὶ τέρψεως χάριν. πῶς οὖν καὶ ἄνυδρον οὖσαν φησὶν ὕδωρ ἔχειν; ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας ἐς πόντον βάλλουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ. ἀλλʼ οὔτε τὸ ὑδρεῖον ἐκλιπεῖν ἀδύνατον οὔτε τὴν ὑδρείαν ἐκ τῆς νήσου γενέσθαι φησίν, ἀλλὰ τὴν ἀναγωγὴν μόνην διὰ τὴν τοῦ λιμένος ἀρετήν, τὸ δʼ ὕδωρ ἐκ τῆς περαίας ἀρύσασθαι παρῆν, ἐξομολογουμένου πως τοῦ ποιητοῦ διʼ ἐμφάσεως, ὅτι πελαγίαν εἶπεν οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ὑπερβολὴν καὶ μυθοποιίαν.Ἐπεὶ δὲ καὶ τὰ περὶ τῆς πλάνης τῆς Μενελάου λεχθέντα συνηγορεῖν δοκεῖ τῇ ἀγνοίᾳ τῇ περὶ τοὺς τόπους ἐκείνους, βέλτιον ἴσως ἐστὶ τὰ ἐν τοῖς ἔπεσι τούτοις ζητούμενα προεκθεμένους ἅμα ταῦτά τε διαστεῖλαι καὶ περὶ τοῦ ποιητοῦ ἀπολογήσασθαι καθαρώτερον. φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί, καὶ ὀγδοάτῳ ἔτει ἦλθον Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην. ζητοῦσι δὲ πρὸς τίνας ἦλθεν Αἰθίοπας πλέων ἐξ Αἰγύπτου· οὔτε γὰρ ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ οἰκοῦσί τινες Αἰθίοπες, οὔτε τοῦ Νείλου τοὺς καταράκτας ἦν διελθεῖν ναυσί· τίνες τε οἱ Σιδόνιοι· οὐ γὰρ οἵ γε ἐν Φοινίκῃ· οὐ γὰρ ἂν τὸ γένος προθεὶς τὸ εἶδος ἐπήνεγκε· τίνες τε οἱ Ἐρεμβοί· καινὸν γὰρ τὸ ὄνομα. Ἀριστόνικος μὲν οὖν ὁ καθʼ ἡμᾶς γραμματικὸς ἐν τοῖς περὶ τῆς Μενελάου πλάνης πολλῶν ἀναγέγραφεν ἀνδρῶν ἀποφάσεις περὶ ἑκάστου τῶν ἐκκειμένων κεφαλαίων· ἡμῖν δʼ ἀρκέσει κἂν ἐπιτέμνοντες λέγωμεν. οἱ μὲν δὴ πλεῦσαι φήσαντες εἰς τὴν Αἰθιοπίαν οἱ μὲν περίπλουν τῶν διὰ Γαδείρων μέχρι τῆς Ἰνδικῆς εἰσάγουσιν, ἅμα καὶ τὸν χρόνον τῇ πλάνῃ συνοικειοῦντες, ὅν φησιν ὅτι ὀγδοάτῳ ἔτει ἦλθον, οἱ δὲ διὰ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον, οἱ δὲ διὰ τῶν διωρύγων τινός. οὔτε δʼ ὁ περίπλους ἀναγκαῖος, ὃν Κράτης εἰσάγει, οὐχ ὡς ἀδύνατος εἶναι (καὶ γὰρ οὐδʼ ἡ Ὀδυσσέως πλάνη ἀδύνατος), ἀλλʼ ὅτι οὔτε πρὸς τὰς ὑποθέσεις τὰς μαθηματικὰς χρήσιμος οὔτε πρὸς τὸν χρόνον τῆς πλάνης. καὶ γὰρ ἀκούσιοι διατριβαὶ κατέσχον αὐτὸν ὑπὸ δυσπλοίας, φήσαντος ὅτι ἀπὸ ἑξήκοντα νεῶν πέντε ἐλείφθησαν αὐτῷ, καὶ ἑκούσιοι χρηματισμοῦ χάριν· φησὶ γὰρ ὁ Νέστωρ ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων, ἠλᾶτο ξὺν νηυσί· Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς.ὅ τε διὰ τοῦ ἰσθμοῦ πλοῦς ἢ τῶν διωρύγων λεγόμενος μὲν ἠκούετο ἂν ἐν μύθου σχήματι, μὴ λεγόμενος δὲ περιττῶς καὶ ἀπιθάνως εἰσάγοιτο ἄν. ἀπιθάνως δὲ λέγω, ὅτι πρὸ τῶν Τρωικῶν οὐδεμία ἦν διῶρυξ· τὸν δὲ ἐπιχειρήσαντα ποιῆσαι Σέσωστριν ἀποστῆναί φασι, μετεωροτέραν ὑπολαβόντα τὴν τῆς θαλάττης ἐπιφάνειαν. ἀλλὰ μὴν οὐδʼ ὁ ἰσθμὸς ἦν πλόιμος· ἀλλʼ εἰκάζει ὁ Ἐρατοσθένης οὐκ εὖ. μὴ γάρ πω τὸ ἔκρηγμα τὸ κατὰ τὰς στήλας γεγονέναι νομίζει· ὥστε ἐνταῦθα μὴ συνάπτειν τὴν εἴσω θάλατταν τῇ ἐκτὸς καὶ καλύπτειν τὸν ἰσθμὸν μετεωροτέραν οὖσαν, τοῦ δʼ ἐκρήγματος γενομένου ταπεινωθῆναι καὶ ἀνακαλύψαι τὴν γῆν τὴν κατὰ τὸ Κάσιον καὶ τὸ Πηλούσιον μέχρι τῆς Ἐρυθρᾶς. τίνα οὖν ἔχομεν ἱστορίαν περὶ τοῦ ἐκρήγματος τούτου διότι πρὸ τῶν Τρωικῶν οὔπω ὑπῆρχεν, ἴσως δʼ ὁ ποιητὴς ἅμα μὲν τὸν Ὀδυσσέα ταύτῃ διεκπλέοντα εἰς τὸν ὠκεανὸν πεποίηκεν ὡς ἤδη ἐκρήγματος γεγονότος, ἅμα δὲ εἰς τὴν Ἐρυθρὰν τὸν Μενέλαον ἐκ τῆς Αἰγύπτου ναυστολεῖ ὡς οὔπω γεγονότος. ἀλλὰ καὶ τὸν Πρωτέα εἰσάγει λέγοντα αὐτῷ ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσι. ποῖα οὖν; καὶ ὅτι ἑσπέριόν τινα λέγει τόπον τοῦτον ἔσχατον ὁ ζέφυρος παρατεθεὶς δηλοῖ ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι. ταῦτα γὰρ αἰνίγματος πλήρη.εἰ δʼ οὖν καὶ σύρρουν ποτὲ ὑπάρξαντα τὸν ἰσθμὸν τοῦτον ὁ ποιητὴς ἱστορήκει, πόσῳ μείζονα ἂν ἔχοιμεν πίστιν τοῦ τοὺς Αἰθίοπας διχθὰ διῃρῆσθαι, πορθμῷ τηλικούτῳ διειργομένους; τίς δὲ καὶ χρηματισμὸς παρὰ τῶν ἔξω καὶ κατὰ τὸν ὠκεανὸν Αἰθιόπων; ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. τούτων δʼ οὐδενὸς πλὴν ἐλέφαντος εὐπορία παρʼ ἐκείνοις ἐστίν, ἀπορωτάτοις τῶν ἁπάντων οὖσι τοῖς πλείστοις καὶ νομάσι. νὴ Δία, ἀλλʼ ἡ Ἀραβία προσῆν καὶ τὰ μέχρι τῆς Ἰνδικῆς· τούτων δʼ ἡ μὲν εὐδαίμων κέκληται μόνη τῶν ἁπασῶν, τὴν δέ, εἰ καὶ μὴ ὀνομαστὶ καλοῦσιν, οὕτως ὑπολαμβάνουσί γε καὶ ἱστοροῦσιν ὡς εὐδαιμονεστάτην. τὴν μὲν οὖν Ἰνδικὴν οὐκ οἶδεν Ὅμηρος (εἰδὼς δὲ ἐμέμνητο ἄν), τὴν δʼ Ἀραβίαν, ἣν εὐδαίμονα προσαγορεύουσιν οἱ νῦν, τότε δʼ οὐκ ἦν πλουσία, ἀλλὰ καὶ αὐτὴ ἄπορος καὶ ἡ πολλὴ αὐτῆς σκηνιτῶν ἀνδρῶν· ὀλίγη δʼ ἡ ἀρωματοφόρος, διʼ ἣν καὶ τοῦτο τοὔνομα εὕρετο ἡ χώρα διὰ τὸ καὶ τὸν φόρτον εἶναι τὸν τοιοῦτον ἐν τοῖς παρʼ ἡμῖν σπάνιον καὶ τίμιον. νυνὶ μὲν οὖν εὐποροῦσι καὶ πλουτοῦσι διὰ τὸ καὶ τὴν ἐμπορίαν εἶναι πυκνὴν καὶ δαψιλῆ, τότε δʼ οὐκ εἰκός. αὐτῶν δὲ χάριν τῶν ἀρωμάτων ἐμπόρῳ μὲν καὶ καμηλίτῃ γένοιτʼ ἄν τις ἐκ τῶν τοιούτων φορτίων εὐπορία· Μενελάῳ δὲ λαφύρων ἢ δωρεῶν ἔδει παρὰ βασιλέων καὶ δυναστῶν, ἐχόντων τε ἃ δώσουσι καὶ βουλομένων διδόναι διὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ εὔκλειαν. οἱ μὲν οὖν Αἰγύπτιοι καὶ οἱ πλησίον Αἰθίοπες καὶ Ἄραβες οὔθʼ οὕτω τελέως ἄβιοι οὔτʼ ἀνήκοοι τῆς τῶν Ἀτρειδῶν δόξης, καὶ μάλιστα διὰ τὴν κατόρθωσιν τοῦ Ἰλιακοῦ πολέμου, ὥστʼ ἐλπὶς ἦν τῆς ἐξ αὐτῶν ὠφελείας· καθάπερ ἐπὶ τοῦ θώρακος τοῦ Ἀγαμέμνονος λέγεται τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήιον εἶναι· πεύθετο γὰρ Κύπρονδε μέγα κλέος.