οὐ γὰρ ἐν μὲν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ὁρᾶται φερομένη ἡ γέρανος ἐπὶ τὴν μεσημβρίαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν ἢ Ἰβηρίαν οὐδαμῶς ἢ τοῖς κατὰ τὴν Κασπίαν καὶ Βακτριανήν. κατὰ πᾶσαν οὖν τὴν μεσημβρινὴν παραλίαν τοῦ ὠκεανοῦ παρατείνοντος, ἐφʼ ἅπασαν δὲ καὶ χειμοφυγούντων, δέχεσθαι δεῖ καὶ τοὺς Πυγμαίους μεμυθευμένους κατὰ πᾶσαν. εἰ δʼ οἱ ὕστερον τοὺς Αἰθίοπας ἐπὶ τοὺς κατʼ Αἴγυπτον μόνους μετήγαγον καὶ τὸν περὶ τῶν Πυγμαίων λόγον, οὐδὲν ἂν εἴη πρὸς τὰ πάλαι. καὶ γὰρ Ἀχαιοὺς καὶ Ἀργείους οὐ πάντας μὲν νῦν φαμεν τοὺς στρατεύσαντας ἐπὶ Ἴλιον, Ὅμηρος δὲ καλεῖ πάντας. παραπλήσιον δέ ἐστιν ὃ λέγω καὶ περὶ τῶν δίχα διῃρημένων Αἰθιόπων, ὅτι δεῖ δέχεσθαι τοὺς παρʼ ὅλην διατείνοντας τὴν ὠκεανῖτιν ἀφʼ ἡλίου ἀνιόντος μέχρι ἡλίου δυομένου. οἱ γὰρ οὕτω λεγόμενοι Αἰθίοπες δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ κόλπῳ, ὡς ἂν μεσημβρινοῦ κύκλου τμήματι ἀξιολόγῳ, ποταμοῦ δίκην ἐν μήκει σχεδόν τι καὶ πεντακισχιλίων σταδίων ἐπὶ τοῖς μυρίοις, πλάτει δʼ οὐ πολὺ τῶν χιλίων μείζονι τῷ μεγίστῳ· πρόσεστι δὲ τῷ μήκει καὶ τὸ τὸν μυχὸν τοῦδε τοῦ κόλπου διέχειν τῆς κατὰ Πηλούσιον θαλάττης τριῶν ἢ τεττάρων ἡμερῶν ὁδόν, ἣν ἐπέχει ὁ ἰσθμός. καθάπερ οὖν οἱ χαριέστεροι τῶν διαιρούντων τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης ὅρον εὐφυέστερον ἡγοῦνται τοῦτον τῶν ἠπείρων ἀμφοῖν τὸν κόλπον ἢ τὸν Νεῖλον· τὸν μὲν γὰρ διήκειν παρʼ ὀλίγον παντελῶς ἀπὸ θαλάττης ἐπὶ θάλατταν, τὸν δὲ Νεῖλον πολλαπλάσιον ἀπὸ τοῦ ὠκεανοῦ διέχειν, ὥστε μὴ διαιρεῖν τὴν Ἀσίαν πᾶσαν ἀπὸ τῆς Λιβύης· τοῦτον ὑπολαμβάνω τὸν τρόπον κἀγὼ τὰ μεσημβρινὰ μέρη πάντα καθʼ ὅλην τὴν οἰκουμένην δίχα διῃρῆσθαι νομίσαι τὸν ποιητὴν τῷ κόλπῳ τούτῳ. πῶς οὖν ἠγνόει τὸν ἰσθμόν, ὃν οὗτος ποιεῖ πρὸς τὸ Αἰγύπτιον πέλαγος;καὶ γὰρ δὴ καὶ τελέως ἄλογον, εἰ τὰς μὲν Αἰγυπτίους Θήβας ᾔδει σαφῶς, αἳ διέχουσι τῆς καθʼ ἡμᾶς θαλάττης σταδίους μικρὸν ἀπολείποντας ἀπὸ τῶν πεντακισχιλίων, τὸν δὲ μυχὸν τοῦ Ἀραβίου κόλπου μὴ ᾔδει, μηδὲ τὸν ἰσθμὸν τὸν κατʼ αὐτόν, πλάτος ἔχοντα οὐ πλειόνων ἢ χιλίων σταδίων· πολὺ δʼ ἂν ἀλογώτερον δόξειεν, εἰ τὸν μὲν Νεῖλον ᾔδει ὁμωνύμως τῇ τοσαύτῃ χώρᾳ λεγόμενον, τὴν δʼ αἰτίαν μὴ ἑώρα τούτου· μάλιστα γὰρ ἂν προσπίπτοι τὸ ῥηθὲν ὑφʼ Ἡροδότου διότι δῶρον ἦν ἡ χώρα τοῦ ποταμοῦ καὶ διὰ τοῦτο ἠξιοῦτο τοῦ αὐτοῦ ὀνόματος. ἄλλως τε τῶν παρʼ ἑκάστοις ἰδίων ταῦτʼ ἐστὶ γνωριμώτατα, ἃ καὶ παραδοξίαν ἔχει τινά, καὶ ἐν τῷ φανερῷ πᾶσίν ἐστι· τοιοῦτον δʼ ἐστὶ καὶ ἡ τοῦ Νείλου ἀνάβασις καὶ ἡ πρόσχωσις τοῦ πελάγους. καὶ καθάπερ οἱ προσαχθέντες πρὸς τὴν Αἴγυπτον οὐδὲν πρότερον ἱστοροῦσι περὶ τῆς χώρας, ἢ τὴν τοῦ Νείλου φύσιν διὰ τὸ τοὺς ἐπιχωρίους μήτε καινότερα τούτων λέγειν ἔχειν πρὸς ἄνδρας ξένους, μήτʼ ἐπιφανέστερα περὶ τῶν παρʼ αὐτοῖς· τῷ γὰρ ἱστορήσαντι περὶ τοῦ ποταμοῦ κατάδηλος καὶ ἡ χώρα γίνεται πᾶσα ὁποία τίς ἐστιν· οὕτω καὶ οἱ πόρρωθεν ἀκούοντες οὐδὲν πρότερον ἱστοροῦσι τούτου. προστίθει οὖν τούτῳ καὶ τὸ φιλείδημον τοῦ ποιητοῦ καὶ τὸ φιλέκδημον, ὅπερ αὐτῷ μαρτυροῦσιν ὅσοι τὸν βίον ἀναγράφουσι, καὶ ἐξ αὐτῶν δὲ λαμβάνεται τῶν ποιημάτων πολλὰ παραδείγματα τοῦ τοιούτου. οὗτος μὲν οὖν ἐκ πλεόνων ἐλέγχεται καὶ εἰδὼς καὶ λέγων ῥητῶς τὰ ῥητὰ καὶ σιγῶν τὰ λίαν ἐκφανῆ ἢ ἐπιθέτως λέγων.θαυμάζειν δὲ δεῖ τῶν Αἰγυπτίων καὶ Σύρων, πρὸς οὓς νῦν ἡμῖν ὁ λόγος, εἰ μηδʼ ἐκείνου λέγοντος τὰ παρʼ αὐτοῖς ἐπιχώρια συνιᾶσιν, ἀλλὰ καὶ ἄγνοιαν αἰτιῶνται, ᾗ αὐτοὺς ἐνόχους δείκνυσιν ὁ λόγος. ἁπλῶς δὲ τὸ μὴ λέγειν οὐ τοῦ μὴ εἰδέναι σημεῖόν ἐστιν· οὐδὲ γὰρ τὰς τροπὰς τοῦ εὐρίπου λέγει οὐδὲ τὰς Θερμοπύλας οὐδʼ ἄλλα πλείω τῶν γνωρίμων παρὰ τοῖς Ἕλλησιν, οὐ μὴν ἠγνόει γε. ἀλλὰ καὶ λέγει, οὐ δοκεῖ δὲ τοῖς ἐθελοκωφοῦσιν, ὥστε ἐκείνους αἰτιατέον. ὁ ποιητὴς τοίνυν διιπετέας καλεῖ τοὺς ποταμούς, οὐ τοὺς χειμάρρους μόνους, ἀλλὰ καὶ πάντας κοινῶς, ὅτι πληροῦνται πάντες ἀπὸ τῶν ὀμβρίων ὑδάτων· ἀλλὰ τὸ κοινὸν ἐπὶ τῶν κατʼ ἐξοχὴν ἴδιον γίνεται. ἄλλως γὰρ ἂν τὸν χειμάρρουν ἀκούοι τις διιπετῆ καὶ ἄλλως τὸν ἀέναον· ἐνταῦθα δὲ διπλασιάζει πως ἡ ἐξοχή. καὶ καθάπερ εἰσί τινες ὑπερβολαὶ ἐπὶ ὑπερβολαῖς, ὡς τὸ κουφότερον εἶναι φελλοῦ σκιᾶς, δειλότερον δὲ λαγὼ Φρυγός, ἐλάττω δʼ ἔχειν γῆν τὸν ἀγρὸν ἐπιστολῆς Λακωνικῆς· οὕτως ἐξοχὴ ἐπὶ ἐξοχῇ συντρέχει ἐπὶ τοῦ διιπετῆ τὸν Νεῖλον λέγεσθαι. ὁ μὲν γὰρ χειμάρρους ὑπερβέβληται τοὺς ἄλλους ποταμοὺς τῷ διιπετὴς εἶναι· ὁ δὲ Νεῖλος καὶ τοὺς χειμάρρους ἐπὶ τοσοῦτον πληρούμενος καὶ πλήθους καὶ χρόνου. ὥστʼ ἐπεὶ καὶ γνώριμον ἦν τὸ πάθος τοῦ ποταμοῦ τῷ ποιητῇ, ὡς παραμεμυθήμεθα, καὶ κέχρηται τῷ ἐπιθέτῳ τούτῳ κατʼ αὐτοῦ, οὐκ ἄλλως δεκτέον ἢ ὡς εἰρήκαμεν. τὸ δὲ πλείοσι στόμασιν ἐκδιδόναι κοινὸν καὶ πλειόνων, ὥστʼ οὐκ ἄξιον μνήμης ὑπέλαβε, καὶ ταῦτα πρὸς εἰδότας· καθάπερ οὐδʼ Ἀλκαῖος, καίτοι φήσας ἀφῖχθαι καὶ αὐτὸς εἰς Αἴγυπτον. αἱ δὲ προσχώσεις καὶ ἐκ τῶν ἀναβάσεων μὲν δύνανται ὑπονοεῖσθαι καὶ ἐξ ὧν δὲ εἶπε περὶ τῆς Φάρου. ὁ γὰρ ἱστορῶν αὐτῷ περὶ τῆς Φάρου, μᾶλλον δὲ ἡ κοινὴ φήμη, διότι μὲν τότε τοσοῦτον ἀπεῖχεν ἀπὸ τῆς ἠπείρου ὅσον φησί, δρόμον νεὼς ἡμερήσιον, οὐκ ἂν εἴη διατεθρυλημένη ἐπὶ τοσοῦτον ἐψευσμένως.