Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον ἐκοιμᾶτο μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα τοὺς ἀνθρώπους τῇ τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· “ἀλλʼ ὦ οὗτος, μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες κυματοῦσι καὶ ἐξαγριαίνουσιν.“ Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι τοὺς δὲ τούτοις ἐπιστατοῦντας.Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο· ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· “ἀπιτέον ἡμῖν ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;“ Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα, οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε, καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει, παρατηρούμενος, ὅπως, ἄν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως κατενεγκών τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν, ὅπως αὐτῷ διαλλαγῇ· ὁ δὲ εἶπεν· “ἀλλ’ οὕτε ἐγώ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.“ Ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥαδίως τὰς μεταλλαγὰς ἔχουσι.Ὄφις, ἐν γεωργοῦ προθύροις φωλεύων, ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. Καὶ ὁ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρὸν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν. ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς, νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβών ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. Ὁ δὲ ὄφις, λεπτὸν συρίξας, εἶπεν· “οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σύ δὲ τὸν τύμβον τοῦ τέκνου.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνῃς ἐπιλανθάνεται, ἐφʼ ὅσον βλέπει μνημόσυνον, διʼ οὗ ἐλυπήθη.Γέρων τις γεωργὸς χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβών τὴν ἰδίαν φύσιν, ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνήσκων δὲ ἔλεγε· “δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας.“ Ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.Ὁδοιπόρος χειμῶνος ὁδεύων, ὡς ἐθεάσατο ἔχιν ὑπὸ τοῦ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλετο, καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον, θερμαίνειν ἐπειρᾶτο. Ὁ δὲ, μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη, καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε. Καὶ ὃς ἀποθνήσκειν μέλλων ἔφη· “ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσωζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν;“ Ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς οὐκ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.Γεωργός τις, μέλλων καταλύειν τὸν βίον, καὶ βουλόμενος τούς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτούς ἔφη· “παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δʼ, ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται, ζητήσαντες, εὑρήσετε πάντα.· Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν· καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος, καλῶς σκαφεῖσα, πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν. Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους ποιῆσαι τῆς γεωργίας, μετακαλεσάμενος αὐτοὺς ἔφη· “τεκνία μου, ἐν ἐνί μου τῶν ἀμπελώνων θησαυρὸς ἀπόκειται.“ Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν, καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δʼ ἄμπελος πολλαπλασίονα τὴν φορὰν αὐτοῖς ἀντεδίδου. Ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποιςΔυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη· καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρές τʼ ὀρύκται σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον, εἰ τὴν σφενδόνην πότʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσας ἐδίδασκεν· “ ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν ἔλθωσ’, ἐγὼ μὲν“ εἶπεν “ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“ οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον· οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε· “φεύγετʼ ἀνθρώπων γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων.“ Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]