Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ, καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος, “ἔγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,“ ἀλώπηξ ἀκούσασα ἔφη· “πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;“ Ὁ μῦθος δηλοῖ, ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ, εἰς γῆν ἐξελθὼν, ἔλεγε πᾶσι τοῖς ζώοις· “ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρὸς Παιών.“ Καὶ “πῶς“ εἶπεν ἀλώπηξ “ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω;“ Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.Ὁ βάτραχος τῆς τῶν ἰατρῶν κατηλαζονεύετο τέχνης, πάντα μὲν εἰδέναι φάρμακα γῆς ὑπισχνούμενος, πᾶσι δὲ μόνος εἰς ὑγίειαν ἀρκέσειν. Καὶ παρεστῶσα τοῖς λόγοις ἀλώπηξ τὸ ψεῦδος ἀπὸ τοῦ χρώματος ἤλεγχεν, “τί δῆτα “ λέγουσα “νόσου μὲν τούς ἄλλους ἐλευθεροῖς, νόσου δὲ φέρεις ἐπὶ τῆς ὄψεως σύμβολον;“ Ἀλαζονεία τὸν ἔλεγχον οἴκοθεν εὕρατο.Βόες ἅμαξαν εἷλκον· τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· “ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;“ Οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.Βόες μαγείρους ἀπολέσαι πότʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμη. καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη κέρατʼ ἀποξύνοντες· εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς (πολλὰ δʼ ἦν ἀροτρεύσας), “οὗτοι μὲν ἡμᾶς“ εἶπε “χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος· οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“ [Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων ὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρῃ.] Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἅμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων.Βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων ἀσπαζόμενος ἐτίμα. Ὁ δὲ θεὸς ἐπιστας εἶπε· “τῶν τροχῶν ἅπτου, καὶ τοὺς βόας νύττε, καὶ τότε τῷ θεῷ εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοιγε μάτην εὔχου.“Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. Ὁ δὲ, ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμών ὁ Βορέας τῷ Ἡλίῳ μετὰ τοῦτο παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὐ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος ποταμοῦ ῥέοντος ἐπὶ λουτρὸν ἀπῄει. Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι.Ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. Ὁ γὰρ ἄνθρωπος, τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ίμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος, μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολήν. Τοῦ δὲ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος, εἶτα καυματιζόμενος, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. Τοῦτο ποιοῦσιν αἱ πλεῖσται γυναῖκες. Ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν δὲ πείθωνται μετὰ λόγου, πρᾴως ἀποτίθενται καὶ μετριάζουσιν.Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον· περιελθών δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διὶ, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθών δὲ εἴς τινα δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς χεῖρας εἶπε· δέσποτα λεῦ, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.“ Οὗτος ὁ λόγος λεχθείη ἂν κατʼ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων· ἐλθοῦσα δʼ αὐτόσʼ (οὐ παρῆν γὰρ) ἡ μήτηρ παρὰ τῶν ἀδελφῶν, ποῦ ποτʼ ἦν, ἐπεζήτει. “τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὐ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ τὸ ζῶον. οἱ δὲ μητρὶ “παῦε, μὴ πρίου· θᾶσσον σεαυτὴν·“ εἶπον “ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ.“ Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε· νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, διʼ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· “ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπʼ ἐκείνου ἐσωφρονίσθην· ἡ νυκτερὶς εἶπεν· ,ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι.“ λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκε.Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον, τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ ἐκτριβομένης τῆς γλώσσης πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶσσαν. Ὁ λόγος εἴρηται πρὸς τούς ἐν φιλονεικίαις ἑαυτούς καταβλάπτοντας.