Ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. Φησὶν οὖν ποτε τῇ μητρί· “συκαμινέαν, μῆτερ, ὁρῶ.“ Εἶτα αὖθίς φησι· „λιβάνου ὀσμῆς πεπλήρωμαι.“ Κἀκ τρίτου πάλιν „χαλκῆς“ φησὶ „ψηφῖδος κτύπον ἀκούω. δὲ μήτηρ ὑπολαβούσα εἶπεν· “ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. Ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.Σπάλαξ (ἔστι δὲ τοῦτο τὸ ζῶον τυφλὸν) λέγει τῇ μητρὶ αὐτοῦ, ὅτι βλέπω· κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί τοῦτο εἴη. Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἡ μήτηρ εἶπεν· “ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀπώλεσας.“ Οὕτως ἔνιοι τῶν ἀλαζόνων, μέχρις οὗ τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι· καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον, καὶ τὸν νοῦν ὅλον ἔχων ἐν τῷ οὐρανῷ, ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριων τις ὡς ἢκουσε τῶν στεναγμῶν, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· “ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;“ Τῷ λόγῳ τούτῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.Αίσχρᾶς τις ἢρα καὶ κακοῤῥύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθʼ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ· τὴν δʼ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων, λύχνοις ἐτίμα καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα· ἕως πότʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ „μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ· τούτῳ χολοῦμαι“ φησὶν, “ᾧ καλὴ φαίνῃ.“ Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο· θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· “συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ.“ Ὁ δὲ ὑπολαβών εἶπεν· „ἂν οὖν καὶ τὸ ἐνθάθε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίαζον· ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόῤῥω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταβῆναι πρὸς αὐτὸν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης ἀπολαύῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων, δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι, πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι.Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμιψαν ἐπὶ τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν, ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν· ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύναντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὡς ἐπιβαίνοντας αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία, καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν αὐτοῖς ἐπέπεμψεν, ὑφʼ ἧς συλλαμβανόμενοι κατησθίοντο. Ὁ λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας, ἢ ταρακτικοὺς καὶ κακούργους.Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὑτῶν ἀναρχίᾳ, πρέσβεις ἔπεμψαν, ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βασιλέα παράσχῃ. Ὁ δὲ συνιδών αὐτῶν τὴν εὐήθειαν, ξύλον ἔπηξε μέσον τῆς λίμνης. Συστελλόμενοι δὲ τῷ φόβῳ οἱ βάτραχοι, εἰς τὰ βάθη ἑαυτούς κατέδυον. Χρόωου δὲ πολλοῦ παρωχηκότος, ὡς ἑώρων τὸ ξύλον ἀκίνητον, ἀπεβάλοντο τὸν φόβον, καὶ τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. Μὴ ἀξιοῦντες δὲ αὐτὸν ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία, καὶ παρεκάλουν ἀλλάξαι αὐτόν. Τότε δʼ ἔδωκεν αὐτοῖς βασιλέα ἔγχελυν. Ἰδόντες δὲ αὐτοῦ τὴν εὐήθειαν, οὐκ ἀπεδέξαντο αὐτόν. Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν ἔπεμψεν, ἥτις ἕνα καθʼ ἕνα τῶν βατράχων ἤσθιεν. Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι, καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.Γάμοις ἔχαιρον βάτραχοι τοῖς Ἡλίου. Καί τις πρὸς αὐτούς εἶπεν· “ὦ δειλὸν γένος· εἰ γὰρ μόνου τρέμοιμεν αὐγὰς ἡλίου, τίς, εἴγε τεκνώσειε, τοῦτον βαστάσει; “ Πρὸς τούς ἐπʼ ἰδίᾳ βλάβῃ ἀγνωσίᾳ χαίροντας.Γάμοι τοῦ Ἡλίου θέρους ἐγίνοντο· πάντα δὲ τὰ ζῶα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· “ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὤν ὁ Ἥλιος πᾶσαν ὕλην ἀποξηραίνει, ἐὰν γήμας ὅμοιον αὐτῷ γεννήσῃ, τί οὐ πάθωμεν κακῶν;“