Ποτὲ συνώδευσε λέων ἀνθρώπῳ. Ἐκαυχῶντο οὖν πρὸς ἀλλήλους τοῖς λόγοις. Εὖρον δὲ ἐν τῇ ὁδῷ πετρίνην στήλην ὁμοίαν ἀνδρὶ, ἑτέραν στήλην λέοντος συμπνίγουσαν. Καὶ ὁ ἄνθρωπος ὑποδείξας πρὸς αὐτὴν, ταῦτα ἔφη· “ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων, καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.“ Ὑπολαβὼν δὲ ὁ λέων ἔφη· “ὑφʼ ὑμῶν εἰσιν οὕτω ταῦτα γινόμενα καὶ πραττόμενα· εἰ γὰρ ᾔδεσαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον· καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. Ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. Καὶ πρὸς ἐκεῖνον ὁ λέων· “εἰ καὶ παρʼ ἡμῖν ἦσαν οἱ γλύφοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀνθρώπους ἢ παρʼ ἀνθρώπων λέοντας.“ Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.Ἄνθρωπόν ποτε λέγεται πρὸς Σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ Σατύρου τὴν αἰτίαν ἐρομένου, διʼ ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα· πυνθανομένου δὲ πάλιν τοῦ Σατύρου, τί τοῦτο ποιεῖ; ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· “ἀλλʼ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.“ Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.Ἀνήρ τις, ἀκρίδας συλλέγων καὶ ἀποκτιννὺς, εἷλε καὶ τέττιγα. Ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· “ ἄνθρωπε, μή με μάτην ἀνέλῃς· ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὔτʼ ἄλλο τι τῶν ἀπάντων σε ἀδικῶ· τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομεαι, τέρπων τοὺς ὁδοιπόρους· φωνῆς οὖν παρʼ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις.“ Κἀκεῖνος, ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι.Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, ἔφη πρὸς αὐτόν· „ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρʼ ὧν σοι καὶ ὄφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατάσχῃς, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς.“ Ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι.Ἄνθρωπός τις, ξύλινον ἔχων θεὸν, πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτʼ ἔπραττε, καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἂρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔῤῥευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· “στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν, πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφελήσεις.Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· Οὐκ οἶδα τίς γένωμαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν, καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσὸν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὤ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης! ὤ θησαυρὸς ἡδονὴν μὴ ἔχων! ὤ χάρις δαίμονος ἄχαρις γενομένη! Τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανὴν; ἂπειμι τοὺς οἰκέτας δεῦρο κομίσων, λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ· κἀγὼ πόῤῥω ἔσομαι θεατής. Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον, μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα, πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν αἱροῖτο. χὡ κάμηλος, οὐκ ἄτερ μούσης, εἶφ’. „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;“ Ὁ λόγος εὔθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὁδοῦ ἐκκλίνοντας.Ἄρκτος τίς ποτε μεγάλως ἐκαυχᾶτο, ὡς φιλανθρωπότατον πάντων ἐστὶ τῶν ζώων· φασὶ γὰρ ἄρκτον νεκρὸν μηδὲν βιβρώσκειν. Ἡ δὲ ἀλώπηξ ἀκούουσα ταῦτα ἐμειδίασε, καὶ πρὸς αὐτὴν ἀντέφη· „εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ τοὺς ζῶντας.“ Ὁ μῦθος τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας ἐλέγχει.Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν, ἐπεὶ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· „εἴθε γὰρ, ὦ κακὴ κεφαλὴ, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.“ Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων κἂν χρηστότητα ἐπαγγέλλωνται, ψεύδονται.