Ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθον. Καὶ τἀγαθὰ ἠρώτησαν τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. Ὁ δὲ εἶπε, μὴ μετʼ ἀλλήλων πάντα, ἓν δὲ καθʼ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον ἐξ οὐρανοῦ κάτεισι. Ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῷ μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθʼ ἑκάστην πλήττεται.Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· “ὦ οὗτος, καὶ τί τοῦτον ὄντα τοιοῦτον πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; "ἀπεκρίνατο· “ ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν." Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὸ θεῖον περιφρονοῦντα.Γεωργός τις ἐπʼ ἀγροῦ γεγηρακὼς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. Οἱ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. Ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὁδοῦ πλανηθέντα εἴς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. Ὁ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι “ὦ Ζεῦ,“ εἶπε “τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθ ὐφʼ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγαθῶν, ἀλλ’ ὀναρίων εὐτελεστάτων;“Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο, λαγωὸν θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας· καὶ τὸ μὲν βέλος ἐντὸς αὐτοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· „καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς ἐναποθνήσκειν.“ Ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν ἰδίων κινδυνεύσῃ.Τοξότης ἀετοῦ κατεστοχάζετο, καὶ βέλος ἀφεὶς εἷλε τὸν ἀετόν. Ἐπιστραφεὶς δὲ ὁ ἀετὸς, καὶ τὸ βέλος ἰδὼν ἐπτερωμένον τοῖς οἰκείοις πτεροῖς, ἔφη· „τὰ παρʼ αὐτῶν τοῖς πολλοῖς πραγμάτων οἰκείων ἐπιβουλή.“Ἀετὸς καὶ ἀλώπηξ φιλεῖν ἀλλήλους συνθέμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν, ὁ ἀετὸς ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δʼἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθὲν, οὐ μᾶλλον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν ἠδυνάτει. Διὸ πόῤῥωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δʼ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑπελθεῖν· θυόντων γάρ τινων αἶγα ἐπʼ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὐ ὗ κομισθέντος εἰς τὴν καλιὰν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε· καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀπτῆνες οἱ ἀετιδεῖς) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἄν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν διʼ ἀσθένειαν, ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν διακρούονται οὐδʼ ὅλως.Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν· ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· „μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.“ Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργἐταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν.Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθηόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε κάνθαρον ἰδὼν, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαῤῥύνας αὐτὸν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην· κἀκεῖνος ὑπεριδὼν τὴν σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. Ὁ δὲ ἀπʼ ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη, τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὐτοῦ τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν ἀποῤῥίψας τὰ ὠά· ἀπʼ ἐκείνου τε φασὶ, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετούς μὴ νεοττεύειν. Ὁ λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους, ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.