Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως· γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην, τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσ’ ἐποίει τὴν προθυμίην πλήρη. ἁνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης, ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον· καὶ τῇ συνεύνῳ φησί· “μηδὲν ἐκπλήσσου, τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους εὕδειν.“ ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει. Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου, κακόν ἐστι χαίρειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψεθδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα, καὶ τοῦτο τῷ ίματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ίερὸν, καὶ στὰς ἄντικρυς ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν; βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν· “ἀλλʼ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γὰρ ἔστι, τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.“ Ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.Ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη· ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν, τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Καὶ οὕτω συνέβη ὑπὸ ἀμφοτέρων αὐτὸν περιτιλλόμενον φαλακρὸν γενέσθαι. Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι.Ἀνήρ τις, μέσην ἔχων ἥβην, δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτῳ ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς· ἕως αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἀπάντων. Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει.Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς χεῖρας αὐτῷ ζῶον ἐφαπτόμενος λέγειν, ὁποῖόν τι ἐστι. Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· “οὐκ οἶδα, πότερον λύκου εἴη ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῶον προβάτων ποίμνῃ συνιέναι. Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν· οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· “ἀπέχετε τὴν εὐχὴν, ὦ δαίμονες.“ Οἰ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος ἧκεν ἐπὶ τὴν ᾐόνα, ἔνθα δὴ λῃσταῖς περιτυχὼν ἀπήχθη, καὶ ὑπʼ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας. Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος καὶ θεασάμενος γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως σύνοικος αὐτῷ γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστεροι [διὰ] μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχών ἔφη πρὸς αὐτόν· “ἀλλʼ ἔμοιγε παντελῶς τοῦτό ἐστιν ἀδύνατον· ὃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολήσεις.“ Ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.Αἴσωπος ἔφη, ἄνθρωπόν τινα ἐπὶ τῇ ἠϊόνι καθεζόμενον ἐπὶ τὴν κυματωγὴν ἀριθμεῖν τὰ κύματα, σφαλέντα δὲ ἄχθεσθαι καὶ ἀνιᾶσθαι, ἄχρι δὴ τὴν κερδὼ παραστᾶσαν εἰπεῖν αὐτῷ· “τί, ὦ γενναῖε, ἀνιᾷ τῶν παρελθόντων ἕνεκα, δέον τὰ ἐντεῦθεν ἀρξάμενον ἀριθμεῖν, ἀμελήσαντα ἐκείνων;“Ἀλώπεκά τις ἐχθρὰν ἔχων, ὡς βλάπτουσαν αὐτὸν κρατήσας, καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῇ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει· ἦν δὲ καιρὸς ἀμητοῦ. δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας. Ὅτι πρᾷον εἶναι χρὴ, καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις τυγχάνει βλάβην γίνεσθαι μεγάλην τοῖς δυσοργήτοις.Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει. Καὶ θηράσας ἀλώπεκα, προσάψας δαλὸν, πρὸς τὸ τοῦ γείτονος ἀφίησι λήϊον. Ἡ δὲ καθʼ ἧς ἀφεῖτο μὴ παριοῦσα, βουλομένου τοῦ δαίμονος τὸ τοῦ πέμψανττος ἐνέπρησεν λήϊον. Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· “ὠ φίλε, δεῦρο συνδείπνησόν μοι.“ Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· “βαβαὶ, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ, καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι.“ Ταῦτα καθʼ ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαβῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχών τὰ σκέλη αὐτοῦ, ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθʼ ὁδὸν αὐτῷ συναντώντων, ἐπηρώτα· “πῶς ἐδείπνησας, φίλος;“ Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· “ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον, οὐδὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν ἐξῆλθον, οἶδα.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.