Τράγος, ἐν θέρει σφοδρῶς διψήσας, κατῆλθεν εἰς βαθύκρημνον ὕδωρ πιεῖν. Πιών δὲ καὶ χορτασθεὶς οὐκ ἡδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· “ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέβης, ἢ μὴ τὴν ἄνοδον ἐσκέεψω.“ Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων, οὕτω ποιεῖσθαι (ποιεῖν ?).Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ διʼ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψη. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· “ὦ αὕτη, ἀλλʼ εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευσας.“ Ὁ λόγος πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ διʼ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον, καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδῶν προσώπῳ, τοῦτο ἐπάρασα εἶπεν· “οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.“ Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ, καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· “ὦ οἵα κεφαλὴ, καὶ ἐγκέφαλον οὐκ ἔχει.“ Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν αὐτοῦ συγγενῶν ἐδιώκετο. Γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον, κἀκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατʼ αὐτοῦ ἐρχόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο. Ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ παρὰ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιῆσαι, ἐπαγγειλάμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς, ἐτύγχανε γὰρ αὐτὴ παρεστῶσα, πυνθανομένης “καὶ πόθεν αὐτὰ ἀποδώσεις ;“ ἔφη· “ νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι;“ Ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾳδίως οἱ ἄνθρωποι κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσι.Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει· ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων, μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη. τέλος δʼ ὁ μὲν Θηβαῖος υίὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ· ὁ δʼ ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ· “πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις·“ Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξουσίων. [Είς ματαιολογίας καὶ ἔριδας.]Ἀνήρ τις ἐπωχεῖτο θηλείᾳ τινὶ ἵππῳ ἐγκύῳ ὑπαρχούσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος, καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν· “ἰδοὺ, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς εἰ ἐνταῦθα ἐγκαταλίπῃς με, αὐθωρὸν διαφθείρομαι. Εἰ δὲ ἐντεῦθεν ἄρῃς με, καὶ ἀπαγάγῃς ἐν τόπῳ, καὶ ἀνατραφῆναι παρασκευάσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε.“ Ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφʼ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς κατʼ οἶκον λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; Τῆς δὲ εἰπούσης· “οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,“ ἔφη πρὸς αὐτήν· “ἀλλʼ ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἵ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες;“ Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.Ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων [τάχα], καὶ τοῖς πρακτέοις σεμνὸς, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ, καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν, ἐβλασφήμει τὸ θεῖον, καὶ ἑαυτὸν ἀνελεῖν ἀπηναγκάζετο. Λαβὼν οὖν σπάθην, ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον αἱρετισάμενος, ἤπερ κακῶς ζῆν. Πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκὼς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγανταίων ἀπετέθειτο, ᾧ Κύκλωψ τὸ ὄνομα. Ἰδὼν δὲ ὁ [δῆθεν] εὐλαβὴς ἀνὴρ τὸ χρυσίον, φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρχεται. Εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθών, καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκὼς, ἀντʼ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἐωρακὼς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο. μῦθος οὗτος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως ἐπισυμβαίνει τὰ φαῦλα· τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.