ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν· ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. Τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν· “ὡ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις;“ Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλʼ ἐπὶ τῶν ἀναγκαίων.Ψύλλα ποτὲ πηδήσασα, ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλητοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. Ὁ δὲ ἀκροχολήσας ηὐτρέπισε τούς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην· ἡ δὲ ἀφʼ ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα, ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὅς στενάξας εἶπεν· “ὡ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός;“ Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα εὐθύς τούς θεούς ἐπικαλεῖσθαι, ἀλλʼ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.Ψύλλα ποτέ τινι πολλὰ ἠνώχλει· καὶ δὴ συλλαβών “τίς εἶ σύ “ ἀνεβόα, “ὅτι πάντα μου τὰ μέλη κατεβοσκήσω, εἰκῇ καὶμάτην ἐμὲ καταναλίσκων;“ Ἡ δὲ ἐβόα· “ὦ οὗτος, σῶζέ με, μὴ κτεῖνε· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιεῖν.“ Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· “ἄρτι τεθνήξῃ χερσί μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακὸν, εἴτε μικρὸν εἴτε μέγα, οὐδʼ ὅλως πρέπει που φῦναι.“ Ὅτι κακῷ οὐ πρέπει ἐλεηθῆναι, κἄν μέγας ᾖ κἂν μικρός.ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτα· “τί δὴ παθών ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης, καὶ τὸ αἷμα χανδὸν πινούσης;“ Καὶ ὅς “οὐκ ἄχαρις ἔσομαι “ φησὶ “μερόπων γένει· στέργομαι γὰρ παρʼ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαί τε συχνῶς μέτωπόν τε καὶ ῶμους.“ Ἡ δὲ “ἀλλʼ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος μόρος, ὅτε καὶ τύχῃ, συμβαίνει.“ Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.