Ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδών αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν (τὸν ἰξὸν) ἐκκόψαι, εἰ δʼ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τούς ἀνθρώπους καταφυγεῖν, καὶ τούτους ἱκετεύσοι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. Τῶν δὲ ἐγκαλεσάντων αὐτῇ ὡς ματαιολογούσῃ, αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο· οἱ δʼ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει, καὶ σύνοικον αὐτοῖς προσλαβόμενοι, οὕτω συνέβη, τὰ λοιπὰ ὄρνεα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγον καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. Ὀ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τούς κινδύνους διακρούονται.Χελιδὼν, ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα, παρῄνει φάσκουσα κράτιστον εἶναι, τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· “ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθʼ ἡμῶν.“ Ἡ μὲν οὖν χελιδὼν, ἀρίστην γνώμην ἔχουσα, ἀκίνδυνος ἐγένετο, ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐνίαις οἰκίαις τίκτουσα παρʼ ἀνθρώποις, οὐδὲν ὑπʼ αὐτῶν πάσχει κακόν. Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γίνεσθαι, καὶ μάλα δικαίως ὑπὸ ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι· οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετʼ ἀνθρώπων μένειν, ἀλλʼ ἐν ἀέρι πέτεσθαι. Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἔν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.Ξένη χελιδών, ἡ τοῖς ἀνθρώποις συνοικοῦσα, ἐν δικαστηρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ, κἀκεῖ γίνεται ἑπτὰ νεοττῶν μήτηρ. Ὄφις δὲ ἐκ τρώγλης συρεὶς τοὺς αὐτῆς κατέφαγε νεοττούς. Ἡ δὲ χελιδών θρηνοῦσα ἐκεκράγει· “οἴμοι τῇ ξένῃ, ὅτι ἔνθα πάντες δικαιοῦνται, μόνη ἔγωγε ήδίκημαι.“Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης “μόνον ἅρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν;“ ὑποτυχοῦσα ἔφη· “ἀλλʼ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθοῦνται.“ Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν ὑφʼ ὧν ἢκιστα προσεδόκησαν πάσχωσι.Χελώνη ἀετοῦ ἐδεῖτο, ἵπτασθαι αὐτὴν διδάξαι. Τοῦ δὲ παραινοῦντος, πόῤῥω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαβών οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκών, εἶτʼ ἀφῆκεν. Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη. Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν φιλονεικίαις, τῶν φρονιμωτέρων παρακούσαντες, ἑαυτούς ἔβλαψαν.Χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἢριζον· καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. Ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου, πεσὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο, ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ τὴν βραδύτητα, οὐ διἐλιπε τρέχουσα, καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα εἰς τὸ βραβεῖον τῆς νίκης ἀφίκετο. Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις φύσιν ἀμελοῦσαν ὁ πόνος ἐνίκησε.Ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας· ἡ δὲ ἔφη· “ἐγὼ σὲ τὸν ταχύν ἐν τοῖς ποσὶ νικήσω.“ Ὁ δέ “λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ γνώσῃ. Τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην;“ Ἀλώπηξ δʼ ἡ δικαία καὶ σοφωτάτη ἔταξεν ὀδὸν τῶν δρόμων τὴν εὐθεῖαν. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἢρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὐτῆς ἀφορῶσα δυσκίνητον. Ὁ δὲ λαγωὸς, θαδῥῶν τοῖς ποσὶν, ἐκοιμήθη· καὶ ἐλθών ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην. Ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ, τῇ δὲ συντομιᾳ τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ, νικῶσιν.Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. Τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν. Ὁ μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· “μακρόθεν μου κολύμβα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψψαύσῃς, κατακλῶμαι, κἂν [τε] ἐγὼ μὴ θέλω σοι προσψαῦσαι.“ “Οτι ἐπισφαλής ἐστι βίος πένητι, δυναστοῦ ἂρχοντος πλησίον παροικοῦντος.Ψττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι· ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· “ὁ δεσπότης με νεωστὶ ἐπρίατο.“ “Οὐκοῦν, ἰταμώτατε ζώων,“ ἔφη “πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλʼ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με.“ Ὁ δὲ ἀπεκρίνατο λέγων· “οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ καὶ ἐπὶ τῇ σῇ.“ Ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα.