Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον· ἔφη δʼ ἡ κύων, εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· “ἀλλʼ ὅταν τοῦτο λέγῃς, ἴσθι, ὅτι καὶ τυφλούς τοὺς σαυτῆς σκύλακας τίκτεις.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλʼ ἐν τῇ τελειότητι κρίνεται.Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Τῆς δὲ κυνὸς εἰπούσης, ὅτι μόνη τῶν τετραπόδων ταχέως κύει, ἡ ὗς ὑποτυχοῦσα ἔφη· “ἀλλʼ, ὅταν τοῦτο λέγῃς, γίνωσκε, ὅτι τυφλὰ τίκτεις.“ Ὁ λόγος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλʼ ἐν τῇ τελειότητι κρίνονται.Φαλακρός τις, ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς κεφαλῇ, ἵππευεν. Ἄνεμος δὲ φυσήσας ἀφεῖλε ταύτας· γέλως δὲ πλατύς τοὺς παρεστῶτας εἶχε. Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· “τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἵ καὶ τὸν ἔχοντα ταύτας, μεθʼ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον;“ Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφοραῖς ἐπελθούσαις αὐτῷ· ὅ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν οἱ πάντες, γυμνοὶ οὖν ἀπελευσόμεθα.Φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον· ὁ δὲ δὶς μὲν τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν. Ὡς δʼ αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν χιτωνίσκον ἔκαυσεν. Κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ, τρίτου πυρὸς μὴ δεηθῆναι.Φιλάργυρός τις, ἅπασαν αὑτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ κατώρυξε, συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν· καὶ καθʼ ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. Τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. Μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθών καὶ κενὸν τὸν τόπον ἰδὼν, θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδών καὶ τὴν αἰτίαν πυθόμενος, “μή οὕτως“ εἶπεν “ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ, ἔχων τὸν χρυσὸν, εἶχες. Λίθον οὖν ἀντὶ χρυσοῦ λαβών θὲς, καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι. Τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γὰρ, οὐδʼ, ὅτε ὁ χρυσὸς ἠν, ἐν χρήσει ἦσθα τοῦ κτήματος.“ Ὀ μῦθος δηλοῖ, ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος, βῶλον χρυσοῦν ὠνήσατο, καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας, διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις, ὑπενόησε τὸ ἀληθές· ἀπαλλαγέντος οὖν αὐτοῦ τὸ χρυσίον ἀφείλετο. Ὁ δὲ ὡς ἐπανελθών εὗρε τὸν τόπον κενὸν, ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλεν. Ἰδών δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ τὴν αἰτίαν μαθών, ἔφη πρὸς αὐτόν· “μὴ λυποῦ, ἀλλὰ λαβών λίθον ἐν τῷ αὐτῷ τόπῳ κατάθες, καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γὰρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ.Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Τούτου χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο· καὶ οὖ πάλιν ἐσθίοντος, ἐγρηγόρει. Οὗτος ἐπέδῥιψψεν ὀστοῦν ταῦτα λαλῶν· “ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου· ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθύς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις.“ Ὁ μῦθος οὗτος τούς ὑπνώδεις καὶ ἀργώδεις καὶ εἰς ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει.Χειμών ἔσκωψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθύς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλʼ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἂρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἤ καὶ ῥόδον τι, περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρʼ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. μἄγώ δʼ“ ἔφη “ ἂρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα.“ “Τοιγαροῦν “ ἔφη τὸ ἔαρ “σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὁνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται.Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὸν εἶπεν· “ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται.“ Ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.Χελιδὼν ἔφη πρὸς τὴν κορώνην· “ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ·“ προσέθηκε δὲ καὶ τοῦΤηρέως τὴν βίαν, καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη ἔφη· “τί ἂν ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου τμηθείσης τοσαῦτα λαλεῖς;“ Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες ψευδολογοῦντες ἑαυτοῖς ἔλεγχος καθίστανται.Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις, μηδὲ δημοσιεύειν τὴν μουσικὴν, ἀλλʼ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τούς ποταμοὺς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἅ δὲ καὶ ᾄδοιεν, ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνομένους τὴν μουσικήν. “Ἡμῶν δὲ· ἔφασαν “εἰσὶν αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις, καὶ τὰ ἡμέτερα αὐτοῖς διηγούμεθα, ταῦτα δὴ [ταῦτα] τὰ ἀρχαῖα καὶ Ἀττικὰ, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν ἐκτομὴν τῆς γλώττης, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.“ Οί δὲ μόλις μὲν αὐτὰς ήξίωσαν καὶ λόγον, τῆς ἀδολεσχίας μισήσαντες· ἐπεὶ δὲ ήξίωσαν· “ἀλλʼ ἡμῶν μὲν ἕνεκεν, ὧ αὗταί, κἄν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις, ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ ζεφύρῳ τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστʼ εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλʼ αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος, καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι, καὶ ᾀδούσας ἀποστρέφονται, καὶ μάλα ἐν δίκῃ, αἵγε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλʼ αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρύμεναι καὶ τὸ ἐφʼ ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;“