Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἢριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος, καὶ τὸ τελευταῖον λέγοντος, ὅτι γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· “ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.“ Οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.Ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων, τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν· ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς “τί τοῦτο ποιεῖς;“ „τιθηνοῦμαι αὐτὸ, ἔφη, καὶ προσπαίζω.“ Καὶ ὁ κύων ἔφη· “καὶ νῦν, ἄν μὴ ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι προσοίσιω. Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος εὔκαιρος.Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη, ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα, ἐφοβήθη μὲν, ἀλλʼ οὐχ ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν, ὡς καὶ προσελθοῦσα αὐτῷ διαλεχθῆναι. Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγὺς, δεινῶς αὐτὸν ὕβριζεν. Ὁ δὲ λέων ἔφη πρὸς αὐτήν· “οὐ σύ με καθυβρίζεις, ἀλλʼ ἡ προσπεσοῦσά μοι ἀτυχία.“ Ὁ μῦθος οὗτος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων, δυσπραγίαις περιπίπτοντες, ὑπ εὐτελῶν ἐξουθενοῦνται.Ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι· καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν. Ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. Ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλεόνων τὸν λέοντα, θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο. Καὶ πειρωμένη ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα. Ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον, ἤ κρατεῖν σφαλερῶς.Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως παρʼ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· “καὶ πόσον ἐγώ σου καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι;“ Ὁ λόγος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.Στικτή ποτε πάρδαλις ἐκαυχᾶτο φορεῖν ἀπάντων ζώων ποικιλωτέραν δέῤῥιν. Πρὸς ἥν ἡ ἀλώπηξ εἶπεν “ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω.“Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρων διεξιόντων, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος· τῆς δʼ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, ἔφη· “ἀλλʼ οὐ μέλλω κλαίειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων;“ Κἀκείνη πρὸς αὐτὸν ἔφη· “ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστάς σε ἐλέγξει.“ Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. Παρερχόμενοι δὲ διὰ τινῶν μνημείων, ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι, ὡς πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν. δὲ ἀλώπηξ λέγει τῷ πίθηκι· „εὐκαίρως ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται.“ Οὗτος ὁ μῦθος παριστᾷ τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχοντα, καὶ τοὺς προδήλως τὸ ψεῦδος ἀντὶ ἀληθείας προσφέροντας.Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπʼ αὐτῶν ἐχειροτονήθη· ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι παγίδι κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαβεῖν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος, καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· “ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζώων βασιλεύσεις;“ Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες σὺν τῷ δυστυχεῖς εἶναι καὶ γέλωτα ὁφλισκάνουσι.Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ, ἐπάναγκες ἔμενε, πρὸς ιὴν ἀνάβασιν ἀμηχανοῦσα· τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν, ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ, τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα, ὡς χρηστὸν εἴη, καὶ καταβῆναι αὐτῷ παρῄνει. Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν, καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι, μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμον. τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· „ εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῷ προσερεῖσαι, ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναβιβάσω.“ Τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη, καὶ ἀπʼ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν, ὡς τὰς ὁμολογίας παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· “ὦ οὗτος, ἀλλʼ εἰ τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ κατεβεβήκεις, πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.“ Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθʼ οὕτως αὐτοῖς ἐπιχειρεῖν.