Λέγεται, ὡς οἱ τέττιγές ποτʼ ἡσαν ἄνθρωποι τῶν πρὶν Μούσας γεγονέναι. Γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς, οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, ὥστε δοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς. Ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβὸν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθύς ᾄδειν, ἕως ἄν τελευτήσῃ.Τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾗδεν. Ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν, τοιοῦτον ἐπενόησεν. Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπεθύμει θεάσασθαι, πηλίκον ζῶον τηλικαῦτα φθέγγεται. Κἀκεῖνος ὑπονοήσας ἀπάτην πρὸς τὴν ἀλώπεκα ἔφη· “ἀλλὰ πεπλάνησαι, ὡ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι· ἐγώ γὰρ ἀπʼ ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφʼ οὐ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. Ὀτι τούς φρονίμους τῶν ἀνθρώπων τῶν πέλας αἱ συμφοραὶ σωφρονίζουσι.Χειμῶνος ὥρᾳ, τῶν σίτων βραχέντων, οἴ μύρμηκες ἔψυχον, τέττιξ δὲ λιμώττων ᾔτει αὐτούς τροφήν. Οί δὲ μύρμηκες εἶπον αὐτῷ· “διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν;“· Ο δὲ εἶπεν· “οὐκ ἐσχόλαζον, ἀλλʼ δὸν μουσικῶς.“ Οί δὲ γελάσαντες εἶπον· “ἀλλʼ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.Θέρους ἦν ἀκμή· καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέγειν καρποὺς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος τραφήσεσθαι. Χειμῶνος δʼ ἐπιγεγονότος, οἱ μύρμηκες μὲν οἷς ἐπόνουν ἐτρέφοντο, τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς ἔνδειαν. Οὕτω νεότης, πονεῖν οὐκ ἐθέλουσα, παρὰ τὸ γῆρας κακοπραγεῖ.Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως, ἐφώνει· “τί με σπαράττεις μηδὲν ἠδικηκότα;“ Καὶ ὅς “οὐκ ἐγώ“ φησὶν “αἴτιος τούτου, ἀλλʼ ὁ ὄπισθεν σφοδρῶς με τύπτων.“Ἀνῆλθέ τις εἰς ὅρος τοξικῆς ἔμπειρος κυνηγῆσαι· πάντα δὲ τὰ ζῶα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. Ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλών ἔφη· “δέξαι, καὶ ἱδε τὸν ἐμὸν ἄγγελον, οἷός ἐστι, καὶ τότε κἀγὼ ἐπέρχομαί σοι. “ Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ θαῤῥεῖν καὶ μὴ φεύγειν λεγούσης, ὁ λέων ἔφη· “ὦ αὕτη, οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω.“ μῦθος δηλοῖ, μηδαμῶς πλησιάζειν τοὺς πόῥῥωθεν χαλεπὰ πράττοντας.Τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· “τί με βλάπτεις; μὴ οὐκ ἔστι χλόη; ὅμως ὅσον σοῦ θυομένου οἴνον χρῇζουσιν, ἐγὼ παρέξω.“ Τοὺς ἀχαρίστους καὶ βουλομένους τούς φίλους πλεονεκτεῖν ἐλέγχει ὁ λόγος.Ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν τοῖς καρποῖς καὶ τὸ βλάστημα. Τράγος δέ τις ὕβρει χρώμενος πλείονι, τῆς ἀμπέλου παρέτρωγε, καὶ διελυμαίνετο προσιὼν τοῖς βλαστήμασιν. δὲ πρὸς αὐτὸν ἔφη· “μώνει σε τῆς ὕβρεως δίκη· σύ μὲν γὰρ ἔσῃ μικρὸν ὕστερον ίερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρʼ ἐμαυτῆς ἐπισπείσω τὸν οἶνον.“ Ἃ δρᾷ τις, καὶ πείσεται.Τὰς ὑαίνας φασὶ, παρʼ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν, ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. Κἀκείνη ὑποτυχοῦσα εἶπεν· “ἀλλʼ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, διʼ ἣν ἀγνοῶ, πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσωμαι.“ Πρὸς ἄνδρα ἀμφίβολον.Τὰς ὑαίνας φασὶ παρʼ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν, καὶ ποτὲ μὲν ἄῤῥενας γίνεσθαι, ποτὲ δὲ θηλείας. Καὶ δή ποτε ἄρσην ὕαινα θηλείᾳ παρὰ φύσιν διελέχθη· ἡ δὲ ὑποτυχοῦσα ἔφη· “ἀλλ, ὡ οὐτος, μὴ ταῦτα πρᾶττε, ὡς ἐγγύς τὰ αὐτὰ πεισόμενος.“ Πρὸς ἄρχοντας λογοθετοῦντας τούς ὑπʼ αὐτοὺς, καὶ πάλιν ἐκ τοῦ συμβεβηκότος αὐτοὺς ὑπ’ ἐκείνων λογοθετουμένους.Ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τούς ὀδόντας ἠκόνα. Ἀλώπεκος δὲ αὐτὸν ἐρωτώσης τὴν αἰτίαν, διὰ τί μήτε κυνηγοῦ μήτε κινδύνου ἐνεστῶτος τούς ὀδόντας θήγει, ἔφη· “ἀλλʼ οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχολήσομαι, ἑτοίμοις δὲ οὖσί χρήσομαι.“ Ὁ λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.Ὗς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. Καὶ ἡ μὲν ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν ἀναδῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· “καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπʼ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἥ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδʼ ὅλως εἰς ἱερὸν προσίεται.“ Καὶ ἡ ὗς· “διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλῶς λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σύ μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα.“ Ὀ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.Ὗς καὶ κύων πρὸς ἀλλήλους διεφέροντο. Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν ἀνατεμεῖν, ἡ κύων ἔλεγε, καὶ κατʼ αὐτὸ τοῦτο ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε ἐὰν φάγῃ τις κρέας ὑὸς, τοῦτον οὐκ ἐᾶν εἰς τὸ ίερὸν αὐτῆς εἰσιέναι. Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· “ἀλλὰ τοῦτο οὐ στυγοῦσα ποιεῖ, ἀλλὰ προνοουμένη, ἵνα μή τίς με θύσῃ.“ Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις τὰ ὑπὸ τῶν ἐχθρῶν φερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν.