Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν, καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν), δύο σκύλακας ἀνέθρεψε τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας, οἴκοι ἐάσας· τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν, ἔθηκε λεκάνας καὶ λιχνείας τινὰς, ἀφῆκε δὲ καὶ λαγών· ἐπὶ τὰ συνήθη δʼ ἑκατέρου ὁρμήσαντος, καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν· “ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες, ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει.“ Τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλʼ ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δὲ κυνηγετῶν· κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον ἤσκησεν· εἶθʼ ἑκατέρου ἐφʼ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας, ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν· “οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφʼ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν, διʼ ἅ ἐκεῖνος ἀπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ διʼ ὅλου τοῦ βίου.“Πᾶσιν πεφύκει θηρσὶ καὶ πτηνοῖς μάχη ἥλω Λίβυσσα στρουθὸς, ἣ τούσδʼ ἐπλάνα, εἶναι μὲν ὄρνις, ἐκ μέσου δὲ θηρίον, πτηνοῖς κάραν δεικνῦσα, τοῖς θηρσὶν πόδας. Πρὸς τοὺς δυσὶ κυρίοις δουλεύοντας καὶ πλανῶντας ἀμφοτέρους.Σφῆκες καὶ πέρδικες, δίψῃ συνεχόμενοι, πρὸς γεωργὸν ἠλθον, παρʼ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους· οἱ δὲ σφῆκες, κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τούς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· “ἀλλʼ ἔμοιγέ εἰσι δύο βόες, οἵ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἅμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν.“ Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.Σφήξ ποτε ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τοῖς κέντροις πλήσσων, ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι καὶ ἀποσοβῆσαι, ὡς ἐθεάσατο ἅμαξανμεστὴν ξύλων, ἀμηχανῶν τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε, φάσκων· “συντελευτῶ κἀγὼ τῷ ἐχθρῷ μου.“ Καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν. Ὀ λόγος δηλοῖ, ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνήσκειν.Ἐνέμοντο τρεῖς μετʼ ἀλλήλων βόες. Λέων δὲ τούτους φαγεῖν θέλων, διὰ τὴν ὁμόνοιαν ἐδειλία· αἱμύλοις δὲ λόγοις τούτους διαχωρίσας, μεμονωμένους, τούτων ἑνα καθʼ ἕνα εὑρών, ἀδεῶς ἤσθιεν.Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. Λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος· καὶ συνόντας μὲν ἑλεῖν οὐκ ἐδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι. Καὶ συγκρούσας ἀλλήλοις, ἐν μώρει διαστήσας ἀπέκρινε, καὶ καθʼ ἕκαστον προχειρότερον ἔφθειρεν, οὕς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι. Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.Ταῦρος εὐρηκῶς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, πνκρῶς αὐτὸν ἀπεκλαίετο. δῶν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· “ὤ πόσοι ἄρα τυγχάνουσιν ἅνθρωποι θρηνοῦντες, ὡν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.“ Ὁ λόγος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, μετρηθήσεται αὐτῷ.Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον· τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δʼ εἶπεν· “οὐ σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ θηρίον, καὶ τότε γνώσῃ, τίς ἡ δύναμις ταύρου καὶ τράγου.“ Ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἰς σπήλαιον, ἐν ᾧ ἧσαν αἶγες ἄγριαι· τυπτόμενος δὲ ὑπʼ αὐτῶν ὁ ταῦρος καὶ κερατιζόμενος ἔφη· “οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ τοῦ σπηλαίου ἑστῶτα.“ Οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.Ἤιζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα τὴν χροιὰν τῆς γεράνου. Ἡ δʼ ἔφη· “ἀλλʼ ἐγώ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐδʼ ἄνω φαίνῃ.“Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς “ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σύ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς.“ Ὁ δὲ “ἀλλʼ ἐγώ “ ἔφη “τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δὲ, ὡς ἀλέκτωρ, κάτω μετʼ ὀρνίθων βαίνεις.“ Ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.Τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας, ταὼς ήξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος· ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν· “ἀλλʼ ἐὰν σοῦ βασιλεύοντος ὁ ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις;“ Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.