Πλούσιος βυρσοδέψῃ παρακείμενος, μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν, ἐπέκειτο αὐτῷ, ἵνα μεταβῇ. Ὁ δὲ ἀνεβάλλετο, λέγων μετʼ ὀλίγον χρόνον μεταβήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέβη τὸν πλούσιον ἐν συνηθείᾳ τῆς ὀσμῆς τούτου γενόμενον, μηκέτι αὐτῷ διενοχλεῖν. Ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.Πλούσιος δύο θυγατέρας ἔχων, τῆς μιᾶς ἀποθανούσης, θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λαλούσης· “ὡς ἄθλιαι, εἴγε αὐταὶ, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἰ δὲ μηδὲν προσήκουσαι οὕτω σφοδρῶς κόπτονται καὶ κλαίουσιν,“ ἡ μήτηρ ἔφη· “μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτως θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.“ Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.Ποιμὴν, ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. Ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ φοινίκων βαλάνους πριάμενος, ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου, καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηιῒ διεσώθη. Μετὰ δʼ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς, καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαβὼν οὗτος εἶπε· “φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα.“ Ὁ μῦθος δηλοῖ, ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.Ποιμιὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνόν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι· διόπερ πωλήσας αὑτοῦ τὰ πρόβατα καὶ φοίνικας ἀγοράσας, ναῦν ἐμφορτωσάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσας αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. Μετʼ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· “ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μαθήματα.Μάνδρας εἴσω πρόβατα ποιμὴν εἰσάγων, λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ κύων ἰδὼν τοῦτον εἶπε πρὸς τὸν ποιμένα· “πῶς, τὰ πρόβατα σῶσαι θέλων, τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ; Ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε προσφέρειν ἡ τῶν κακῶν συνουσία.Ποιμὴν, ἔχων κύνα παμμεγέθη, τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. Καὶ δὴ ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ, εἶπεν· “ἀλλʼ ὦ οὗτος, ὃ θέλεις σύ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.“ Πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ δὲ κατὰ νοῦν βουλευόμενον.Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἵστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν· καὶ ὁμαλίζων αὐτὸν εἶπεν· “καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις.“ Ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν.Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἀνέτρεφεν, οἰόμενος, ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπάζοντες αὐτῷ οἴσουσιν. Οἱ δὲ ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρώτην αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. Ὁ δὲ ἀναστενάξας εἶπεν· “ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσωζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν;“ Οὕτως οἱ τοὺς πονηροὺς περισώζοντες λανθάνουσι καθʼ αὐτῶν πρῶτον αὐτοὺς ῥωννύντες.Ποιμὴν, νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος, σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθʼ ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον, καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβὼν, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν. Ὁ μῦθος δηλοῖ, ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει.Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἑκ τῶν σύνεγγυς ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· “ὅρα, μή πως σὺ ἐθίσας με ἁρπάζειν, πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς Οἱ τῇ φύσει δεινοὶ, ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες, τοὺς διδάξαντας πολλάκις πλείονα ἔβλαψαν.Ἔδοξέ ποτε τῷ λύκῳ τὴν φύσιν τῷ σχήματι μεταλλάξασθαι, ὡς ἂν οὕτως ἀφθονίαν ἕξῃ τροφῆς· καὶ δορὰν οἰὸς περιβεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο, τὸν ποιμένα φενακίσας τῷ μηχανήματι. Νυκτὸς δὲ γενομένης, συναπεκλείσθη καὶ ὁ θὴρ παρὰ τοῦ ποιμένος τῇ μάνδρᾳ, καὶ φραγμὸς τῇ εἰσόδῳ περιετέθη, καὶ ἀτεχνῶς ὁ περίβολος κατησφάλιστο. Ὡς δὲ ὁ ποιμὴν ἠράσθη τροφῆς, μαχαίρᾳ τὸν λύκον ἀπέκτεινεν. Οὕτως ἄρα ὁ τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς τῆς ζωῆς πολλάκις ἐστέρηται, καὶ τὴν σκηνὴν εὗρε παραιτίαν μεγάλου συμπτώματος.