Ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκόλαπτε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· “ὦ ματαία, τί ταῦτα ἀνατρέφεις, ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;“ Οὕτως ἀτιθάσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.Ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι, κτείνας εὕρηκεν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. Ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν, καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου. Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν.Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν· ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. Συνέβη δʼ αὐτὸν μὴ μόνον ὃ προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. Οὕτως πολλάκις οἱ πλεονέκται διʼ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προΐενται.Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· “πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῶα;“ Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως εἰς βάραθρον πετρῶν ἐνεχθεῖσα, τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἔπληγεν. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν, λέγουσα· “σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς κακῆς γὰρ ἔριδος ἐπειράθην.“ Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ λόγος ἐλέγχει.Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο· οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπʼ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἀλλήλους μάχην, ἐπʼ ἐκείνους ἐτράπησαν. Οὕτω καὶ οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν αὑτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. Ὁ μὲν οὖν καρκίνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας· ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας δʼ ὁ καρκίνος αὐτὸν ὑπνοῦντα, καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δʼ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· “οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας.“ Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.Ὄφις, ὑπὸ πολλῶν ἀνθρώπων πατούμενος, τῷ Διὶ ἐνετύγχανεν. Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· “ἀλλʼ εἰ τὸν πρότερον πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι.“ Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πρότερον ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.Βοῦν τινες ἐπʼ ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς εκαλεσαν· ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρὰ, μεθʼ ἧς καὶ ὁ παῖς. Τὸ δὲ παιδίον, τῶν κρεῶν πλήσας τὴν γαστέρα καὶ ὀδυνώμενος, ἔλεγεν· “ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα.“ δὲ εἶπεν· “οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες.“ Ὁ λόγος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται, ὡς οἴκοθεν προῖέμενος.Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυ-νηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθʼ ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ, μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε· κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῶα, ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα ὁρῶν πλείονα λύπην εἶχε. Καὶ δή ποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· “ὡ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω;“ Καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα, ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς, ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ, θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι. Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.Υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον, εἶδε καθʼ ὕπνον ὑπὸ λέοντος θνήσκειν. Ὁ δὲ φοβηθεὶς, μή πως τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζώοις παντοίοις αὐτούς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων ἀπεμορφώθη. Ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον, ὃς ἱστάμενος τοῦ λέοντος πλησίον, τούτῳ προσεῖπεν· “ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ· ἆ! τί δέ σοι ἐγὼ ἄρτι ποιήσω;“ Ταῦτα αὐτοῦ τῷ λέοντι εἰπόντος, ἐπεξέτεινε τὴν χεῖρα ἐπὶ βάτον, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα κροῦσαι. Εὐθὺς δὲ σκόλοψ προσκρούσας τῷ δακτύλῳ, ἄλγει μεγάλῳ ἐφλέγμανε τὸν νέον, καὶ παραυτίκα ἄλαλος κατεκλίθη. Ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον. Ὁ μῦθος δηλοῖ, ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω, καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξει.