Ὄνος, ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπʼ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ, καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἣν χωλαίνει, ἔλεγεν, ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησε, καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθʼ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος, ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐξετίναξε. Καὶ ὃς διατεθεὶς κακῶς ἔφη· “ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαβόμην;“ Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσι.Ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος· αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν. Λύκος δέ φησι· “πῶς μάγειρος ὢν πάλαι, ἰατρικῆς μετῆλθον ἔργʼ ἀναξίως;“ Πρὸς τοὺς τὴν ἰδίαν τέχνην καταλιμπάνοντας καὶ ἑτέραν μετερχομένους ἐπὶ βλάβῃ.Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν εἰς κρημνὸν ἐφέρετο· μέλλοντος δʼ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο περιάγειν αὐτόν· τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· “νίκα· κακὴν γὰρ νίκην νικᾷς.“ Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.Ὄνος, ἐνδυσάμενος λέοντος δέρμα, περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῶα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ, ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα, ἔφη πρὸς αὐτόν· “ἀλλʼ εὖ ἴσθι, ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.“ Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων, τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι, ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.Ὄνος ἀκούσας τεττίγων ᾀδόντων, ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν ἡδύτητα εἶπε· “τί σιτούμενοι τοιαύτην φωνὴν ἀφίετε ; Τῶν δὲ εἰπόντων δρόσον, ὁ ὄνος προσπαραμένων τῇ δρόσῳ, λιμῷ διεφθάρη. Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες, παρὰ τὸ μὴ ἐπιτυχεῖν ὧν ἐφίενται, καὶ τὰ μέγιστα δυστυχοῦσιν.Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς. Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἄ ἔχουσι δυστυχοῦσι.Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων. ὁ δʼ ὄνος πρὸς αὐτὸν, ὃς τὸ νῶτον ἤλεγχεν, “καὶ μὴν πίθηκος ἐχθὲς “ εἶπε “καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“ Ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίας ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.Δημοσθένης ὁ ῥήτωρ, λέγειν ποτὲ κωλυόμενος ὑπὸ Αθηναίων ἐν ἐκκλησίᾳ, βραχὺ ἔφη βούλεσθαι πρὸς αὐτοὺς εἰπεῖν. Τῶν δὲ σιωπησάντων, “Νεανίας “ εἶπε “θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος ὄνον Μεγάραδε. Μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιάν· εἶργον δὲ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον, οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν.“ Καὶ ταῦτα εἰπὼν ἀπῄει. Τῶν δὲ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῷ λόγῳ, “εἶθʼ ὑπὲρ μὲν ὄνου σκιᾶς“ ἔφη “βούλεσθε ἀκούειν, λέγοντος δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε;“Ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς. Καὶ ὡς καῦμα κατήπειγεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου κατέδυ ὁ μισθωσάμενος αὐτόν. Ὁ δὲ τοῦ ὄνου δεσπότης ἐμάχετο αὐτῷ, λέγων ὅτι “τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ καὶ τὴν σκιὰν αὐτοῦ.“ Ὁ λόγος περὶ τῶν ἐπʼ εὐτελέσι φιλονεικούντων.Ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστα· κόρυδος δὲ αὐτὸν θεασάμενος ἠρώτα, τί ποιεῖ. Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν, καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθεν· ἐσθίων δὲ τὸ δέλεαρ ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. Τοῦ δὲ ὀρνιθοθήρου προσδραμόντος καὶ συλλαβόντος αὐτὸν, ὁ κόρυδος ἔφη· “ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τούς ἐνοικοῦντας εὑρήσεις. Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσι.Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι· “τὸ λοιπὸν “ εἶπε “δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἠβουλήθη. ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας· “πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χρυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“ κἀκεῖνος εἶπεν· “οἶδα χρησίμους ὥρας· ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τι δειπνῆσαι.“ Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.