Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥῖψαι. Ἀλλὰ τοῦτον ξύλῳ παίων ὁ δεσπότης εἷπεν· “ὄνος εἶ θεὸν φέρων, ἀλλʼ οὐ θεοῖς ὑπάρχεις ὁμότιμος. Κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπʼ ἀλλοτρίοις, ὁ λόγος ἐλέγχει.Ὄνος ἀκανθώδεις παλιούρους ἤσθιε. Τοῦτον ἰδοῦσα ἡ ἀλώπηξ εἶπε· “πῶς οὕτω τῇ ἀπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις;“ Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν· εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα.Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν· λέοντος δʼ αὐτοῖς περιτυχόντος, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι ὑπέσχετο παραδώσπτν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγέλληται. Τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαντος, παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέσχεν, εἶθʼ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη. Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς προσαπολλύντες.Ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην· ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι, ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν, ἔφασαν· “ὡ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτρι βες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδνρῃ;“ Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπʼ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδʼ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο· ταῦτα πάντα ἑωρακὼς ὁ ὄνος, τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν. Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατʼ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους, τὴν πενίαν ἀγαπᾶν.Ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ, ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξας, ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευε κεραμεῖ αὐτὸν πωλῆσαι. Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλεῖον ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πωληθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· “ἀλλʼ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντι λιμώττειν, ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου οὐδὲ, ἂν ἀποθάνω, ταφῆς τεύξομαι.“ Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν ἑτέρων πεῖραν λάβωσι.Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο· κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτο καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόῤῥωθεν στάντος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο, καὶ πρὸς αὐτὸν ἔφη· “ἄθλιοι ἡμεῖς, οἳ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα· τούτῳ δὲ καὶ προσγελῶσιν.“ Ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπροόπτου (ἀπόπτου ?) δῆλοί εἰσιν.Ἔχων τις κύνα μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δὴ, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. Ὁ δὲ ὄνος φθονήσας προσέδραμε (τῷ δεσπότῃ) καὶ σκιρτῶν ἐλάκτισεν αὐτόν· καὶ ὁ δεσπότης ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι. Ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ πεφύκασινι.Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν καὶ ἀναόῤῥήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα, χόρτου τε, φημὶ, καὶ κριθῆς καὶ ἀχύρου. Αηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· “ὑπόβαθι, φίλτατε, μικρὸν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνον Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν, καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· “βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον.“Ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι· καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον. Ὅτι πένης καὶ ἰδιώτης ὤν, μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε καταγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γαρ ξένον ἀνοίκειον.Ὄνος ἐν Κύμῃ, λεοντῆν περιβαλόμενος, ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν· ἄχρι δή τις αὐτὸν ξένος, καὶ λέοντα ἰδὼν πολλάκις καὶ ὄνον, ἤλεγξε παίων τοῖς ξύλοις.Ὄνος πατήσας σκόλοπα χωλὸς εἰστήκει. Λύκον δὲ ἰδὼν ἔφη αὐτῷ· “ὡ λύκε, ἰδοὺ ἐκ τοῦ πόνου ἀποθνήσκω· καὶ δεῖ με (μᾶλλον) σοῦ γενέσθαι δεῖπνον, ἢ γυπῶν ἢ κοράκων. Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου τεθνήξομαι.“ Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξεῖλεν. Ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου, ἐπὶ τὸν λύκον χάσκοντα λακτίσας, φεύγει, ῥῖνας καὶ μέτωπον καὶ ὀδόντας συνθλάσας. Ὁ δὲ λύκος ἔφη· “οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν, τὸ πρῶτον νῦν ἱππίατρος ἠθέλησα γενέσθαι.“ Ὅτι τινὲς, διπλοῖς κινδύνοις περιπεσόντες, τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον.