Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, [καὶ] τὴν δουλείαν αὐτῷ ἐπονειδίζων ἔλεγεν· “εὐτυχὴς ὄντως ἐγὼ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως, αὐτοσχέδιον καὶ τὴν νομὴν ἐν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ διʼ ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς.“ Συνέβη δʼ οὖν αὐθωρὸν λέοντά τινα φανῆναι, καὶ τῷ μὲν ὄνῳ μὴ προσπελάσαι, ὡς συνόντος αὐτῷ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ τυγχάνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὑτῷ θέσθαι κατάβρωμα. Ὁ μῦθος δηλοῖ, ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν, πρέσβεις ἔπεμεψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. Ὅ δʼ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη, τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες, ἀπʼ ἐκείνου καὶ μέχρι νῦν, ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ παριστάμενοι οὐροῦσιν. Ὁ λόγος δηλοῖ, ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι.Ὄνον τις ἀγοράζειν μέλλων, ἐπὶ δοκιμασίᾳ καὶ πείρᾳ αὐτὸν ἔλαβεν· καὶ εἰσαγαγὼν αὐτὸν ἐπὶ τῆς φάτνης μετὰ τῶν ἰδίων αὐτοῦ ὄνων τοῦτον ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους ἐπὶ τῷ ἀργοτάτῳ καὶ ἀδδηφάγῳ ἔστη. [καὶ ὃς οὐδὲν ἐποίει.] Δήσας οὖν καὶ ἀπαγαγών, τῷ ἰδίῳ δεσπότῃ τοῦτον παρέδωκε. Τοῦ δὲ ἐρωτῶντος, εἰ οὕτω ταχεῖαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχν εἶπεν· “ἀλλʼ ἔγωγε οὐδὲ ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτος, ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο.“ Ὅτι τοιοῦτος ἕκαστος ὑπολαμβάνεται εἶναι, ὁποίοις ἑταίροις συναναστρέφεται.Ὄνος ἄγριος, ὄνον ἥμερον ἰδὼν ἔν τινι εὐηλίῳ τόπῳ, προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον καὶ ῥοπάλοις αὐτὸν παίοντα, ἔφη· “ἀλλʼ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ, ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν εὐδαιμονίαν ἔχεις.“ Οὕτω οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν προσγινόμενα κέρδη.Ὄνος ἅλας βαστάζων ποταμὸν διήρχετο· ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς, κουφότερος ἐξανέστη· εὐφρανθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος ποταμὸν διέβαινεν, ώήθη [δεῖν] ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται· καὶ δὴ ἑκὼν ὠλίσθησε. Συνέβη δʼ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυναμένῳ ἐξανίστασθαι, ἐνταῦθα ἀποπνιγῆναι. Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τὰς ἰδίας ἐπινοίας ανθάνουσι συμφορῶν αἰτίας ἔχοντες.Μικρέμπορός τις ὀνάριον κατέχων, αὐτὸς ὠνεῖτο ἁλάτιον εἰς πλῆθος. Καὶ δὴ φορτώσας σφοδρῶς αὐτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ· ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει· καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. Ὁ δʼ ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα· καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. Ὁ δὲ λυπηθεὶς, ὁ κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας. Ὅστις ἐπελθὼν [εἰς] ἕνα τῶν μυρεψούντων, ἐξωνήσατο σπόγγους πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν ὄνον. Ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ, καὶ παραυτίκα κλυσθέντων τῶν σπόγγων, ἤγετο ὁ ὄνος διπλοῦν βάρος βαστάζων. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἐν ᾦ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει.Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν· λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν τοῦτον καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ, τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς), εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατʼ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν· ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν. Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες, καὶ διὰ τοῦτο καταθρασυνόμενοι, λανθάνουσιν ὑπʼ αὐτῶν ἀναλισκόμενοι.Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δʼ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δʼ ὄνος, νομίσας διʼ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόῤῥω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνὴ, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνήσκων ἐβόα· “ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην;“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπʼ ἐκείνων ἀπόλλυνται.Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἦγεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν, ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προιέναι ἐβούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς, τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· “ὡ κακὴ κεφαλὴ, ἔτι καὶ τοῦτο λοιπὸν ἦν, ὄνον ὑπʼ ἀνθρώπων προσκυνεῖσθαι.“ Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσι.