Γεωργόν φασι παρὰ ποταμὸν βαδίζοντα ἀποβαλεῖν ἀξίνην· κατοικτείραντα δὲ τὸν ποταμὸν ἀνεῖναι αὐτῷ ἀργυρᾶν. Τοῦ δὲ φήσαντος, οὐκ εἶναι ταύτην αὑτου, ἀνεῖναι αὖθις χρυσῆν. Ἀρνησαμένου δὲ καὶ ταύτην, τὸν ποταμὸν τὴν ἰδίαν αὐτῷ ἀναδοῦναι, καὶ τὰς ἄλλας δωρήσασθαι, ἀγασθέντα αὐτὸν τῆς δικαιοσύνης. Ἕτερον δὲ γεωργὸν, βουλόμενον τῶν αὐτῶν τυχεῖν, ἑκόντα καταβαλεῖν τὴν ἀξίνην ἐν τῷ αὐῷ ποταμῷ. Τὸν δὲ ποταμὸν οὐδὲ τὴν ἰδίαν αὐτῷ ἀναπέμψαι. Τὸν δὲ πρότερον γεωργὸν παρατυχόντα εἰπεῖν πρὸς αὐτόν· “οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει.“Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θατέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν “εὕρηκα,“ ἀλλʼ “εὑρήκαμεν.“ Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· “ἀπολώλαμεν.“ Ὁ δʼ εἶπεν· “ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὖρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν.“ Ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδʼ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.Ὁδοιπόροι, κατά τινα αἰγιαλὸν ὁδεύοντες, ἦλθον ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα πόῤῥωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν· διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν· “ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.“ Ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων ἔνιοι, ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν λθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν εἷς φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο· ὁ δὲ ἕτερος, μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν ἐπὶ τοῦ ἐδάφους ἑαυτὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης, τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῶον. Ἀπαλλαγείσης δὲ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο τοῦ ἑτέρου, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἰρήκει. Ὁ δὲ εἶπε, τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. Ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἰ συμφοραὶ δοκιμάζουσιν.Πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησεν τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένος. Ἐπιστραφέντων δὲ αὐτῶν, καί τινος ὑποστρέψαι παραινοῦντος, τοῦτο (γὰρ) σημαίνειν τὸν οἰωνὸν, ἕτερος ὑποτυχὼν εἶπεν· “καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προείδετο, ἵνα φυλάξηται;“ Οὕτω καὶ οἱ ἐν τοῖς οἰκείοις πράγμασι τὸ ἄβουλον κεκτημένοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοι.(S. 170. C. 251 et p. 387. F. 129.) Ὁδοιπόροι δύο θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους, ὡς ἀνωφελὲς καὶ ἄκαρπον τοῦτο ἀνθρώποις ἐστὶ τὸ δένδρον. δὲ ὑποτυχοῦσα ἔφη· “ ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἀχρείαν με καὶ ἂκαρπον ἀποκαλεῖτε;“ Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτω ἀτυχεῖς εἰσιν, ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.(C. 365 e p. 411. F. 364. B. 127.) Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· “τίς εἶ;“ δʼ ἔφη “Ἀλήθεια.“ “Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς;“ δʼ εἶπεν· “ὅτι τοῖς πάλαι καιροῖς παρʼ ὀλίγοις ἦν τὸ ψεῦδος, νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστὶν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς.Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύων, ηὔξατο, ὧν ἂν εὕρῃ, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθεῖναι. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾖ ἀμύγδαλά τε ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, καταφαγών ταῦτα, καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· “ἀπέχεις, ὡ Ερμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ ἐντὸς πρὸς σὲ διανενέμηκα.“ Πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· “ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλʼ ἐμὲ ᾐτιῶ.“Ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐβόα· “ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτω τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις σφαλλόμενοι [πράττοντες κακῶς] περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην.Φασὶν, ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸ δεσπότην εἰπεῖν· “θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς, καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως, ὅ,τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῷ δὲ κυνὶ, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου.“ Τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· “ναὶ μὰ Δίʼ· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε μήτε ὑπʼ ἀνθρώπων κλέπτεσθαι μήτε ὑπὸ λύκων ἁρπάζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδʼ ἄν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ ἀπόλησθε. Οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα σνγχωρῆσαι τὸν κύνα προτιμᾶσθαι.