Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν καὶ βουλόμενος πιεῖν, ἀπεπνίγετο· περιστερὰ δὲ καθεζομένη ἐν τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν, καὶ κόψασα φύλλον ἀπὸ τοῦ δένδρου ἔδῤῥιψεν εἰς τὴν πηγὴν, διʼ οὖ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. Ἰξευτὴς δέ τις παρασταθεὶς καὶ συνθεὶς τοὺς καλάμους, τὴν περιστερὰν συλλαβεῖν ἐβουλήθη. Ὁ δὲ μύρμηξ θεασάμενος, ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. Ὁ δὲ ἀλγήσας, ῥίψας τοὺς καλάμους, ἐποίησε φυγεῖν τὴν περιστεράν. Ὁ μῦθος δηλοῖ, ὅτι, εἰ καὶ τὰ ἄλογα ζῶα αἴσθησιν ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας ἀμείβεσθαι; [ἤ· Δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις μεγάλας ἀμοιβὰς παρέχειν.]Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυῒ, καὶ τὴν φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμιβανε, καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. Ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον. Ὡς δὲ τῶν ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε· καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. Καὶ τελευταῖον ὁ ἀρουραῖος„ ἄπειμι“ ἔφη, „τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς.“ Οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι.Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος, κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρας ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν ταῖς βώλοις εἶπε· „Μύρμηκος ζῇς βίον, ταλαίπωρε. Ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετʼ ἐμοῦ, ὡς θέλεις, ἀσωτεύσῃ.“ Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας· οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη· ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δʼ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπʼ ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλεν ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δʼ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς “καίπερ τοσαῦτα δειπνῶν,“ εἶπε „χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.“Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ βάτραχος, κακῶς βουλευσάμενος, τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα τὸ χεῖλος τῆς λίμινης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸν βυθὸν κατήνεγκεν, αὐτὸς βρυάζων τῷ ὕδατι, καὶ τὸ βρεκεκεκὲξ, κοὰξ, κοὰξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἥρπασε· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς ἰκτίνῳ γενησόμενος. Ὅτι, κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα, καὶ τὸ ἶσον ἀποδιδοῦσα ζυγοστατεῖ.Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας· “οὐχ ὁ μέγας αἰεὶ δυνατός· ἔσθʼ ὅπου μᾶλλον τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· “σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.“ Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος τὸ κρέας εἰς τοῦ ἑτέρου τὸν κόλπον καθῆκεν αὐτό. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος ἐκεῖνόν τε αἰτιωμένου, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι· καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, ἔφη· “ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσετε.“ Ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασκευάζηται.Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θατέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δʼ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· “ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γʼ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.“Νεανίσκος τις ἐφʼ ἵππον ἀνέβη μαινόμενον. Αρπάσας δὲ αὐτὸν ἔφερεν ὁ ἵππος· ὁ δʼ οὐκ ἔτι καταβηναι τοῦ ἵππου θέοντος ἐδύνατο. Καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν “ποίαν ἄπεισιν;“ Ὁ δʼ εἶπεν· “ὅποι ἂν τούτῳ δοκῇ,“ δεικνὺς τὸν ἵππον. Οὕτω πολλοὶ, ἄν τις ἐρωτᾷ “ποῖ φέρεσθε;“ τἀληθῆ ἐθέλοντες λέγειν, ἐροῦσιν, ἀπλῶς μὲν “ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ,“ κατὰ μέρος δὲ ὅποιπερ ἄν τῇ ἡδονῇ δοκῇ, ποτὲ δὲ ὅποι τῇ δόξῃ, ποτὲ δὲ αὖ τῇ φιλοκερδείᾳ· ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον αὐτούς ἐκφέρει.