Ἐν κοίλῃ δρυῒ μέλι κατειργάζοντο μέλισσαι. Ποιμὴν δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν, ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος· αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι αὐτὸν ὤθουν τοῖς κέντροις. Καὶ τελευταῖον ὁ ποιμὴν„ ἄπειμι“ ἔφη „μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν.“ Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.Εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος, τὸ κηρίον ἀφείλετο. Ὁ δὲ ἐπανελθὼν, ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἰστήκει τὸ κατʼ αὐτὰς διερευνώμενος. Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαβον αὐτὸν, τοῖς κέντροις ἔπαιον, καὶ τὰ χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· „κάκιστα ζῶα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῶον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;“ Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς, διʼ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.Μηναγύρται, ὄνον ἔχοντες, τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτὸν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν, καὶ τούτοις ἐχρῶντο. Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν, τεθνηκέναι μὲν αὐτὸν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας οὐδὲ ζῶν ὑπέμεινεν. Οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι, εἰ καὶ τῆς δουλείας ἀφεθῶσιν, τῶν δουλικῶν οὐκ ἀπαλλάττονται.Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον, ὅτι διʼ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν· οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι κατησθίοντο. Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία [διὰ φιληδονίαν] γίνεται.Ποτὲ γαλέαι ἐμάχοντο τοῖς μυσὶν, αὐτούς κατατροποῦσαι καὶ ἀναιροῦσαι. Εἶπον δὲ οἱ μύες καθʼ ἑαυτοὺς τοιαῦτα· „οὐ παραλόγως γαλέαι ἡμᾶς ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα, ὥσπερ αὗται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες, καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. Καὶ παραυτίκα συμβούλιον λαβόντες, κατεστήσαντο τοὺς παμμεγέθεις μύας ἀρχηγέτας τε καὶ στρατηγοὺς τῶν ἄλλων. Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες, καὶ παρατάξεις αὖθις πεποιηκότες, ἢρξαντο κρότων τῶν τοῦ πολέμου. Τῶν γὰρ αὐτῶν σαλπίγγων σαλπισασῶν ἐναπήρξαντο πολεμεῖν πρὸς τὰς γαλέας· αἵ κατὰ κράτος τοὺς μύας ἡττήσασαι, ἔτρεψαν τοὺς δυστήνους εἰς φυγήν. Οἱ μὲν οὖν ἄοπλοι πεφευγότες ἐν τοῖς τοίχοις εἰσεληλύθεσαν εἰς ῥαγάδας αὐτίκα· οἱ δʼ ἔνοπλοι καὶ ἀρχηγέται τούτων, οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων, μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς ἐμβῆναι, διεφθάρησαν ἅπαντες ὑπὸ τῶν γαλεῶν. Ὁ μῦθος δηλοῖ, ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρείττων ἐστὶν ἡ εὐτέλεια, ἢ ἡ λαμπρότης καὶ δόξα τοῦ βίου.Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέατος, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἤμελλεν, ἔφη πρὸς ἑαυτήν „ἀλλʼ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι, καὶ θνησκούσῃ οὐ μέλει μοι. Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθῶσι.Ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπιᾶσαι κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. Ἐμπαγέντων δʼ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἡδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· „ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα.“ Οὕτω πολλάκις ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται.Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει, τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. Ὁ δὲ Ζεὺς ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῶον, ὃ καλεῖται μύρμηξ. Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς πόνους τῶν ἄλλων συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐκ ἀποτίθενται.Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρʼ αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρʼ ὃν τὰ ἄλλα ζῶα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δὲ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου κλυσθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· „ὦ κάνθαρε, ἀλλʼ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καί με ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.“ Οὕτως οἱ παρὰ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσι.Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος, ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη, κλῶνα δένδρου περιελοῦσα, εἰς τὴν πηγὴν ἔδῤῤιψεν, ἐφʼ οὐ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς, ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δʼ ὁ μύρμηξ ἐωρακὼς, τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔῤῤιψε, καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν. Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.