Λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην· λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας, ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. Στὰς δὲ πόῤῥωθεν πρὸς αὐτὸν ταῦτα λέγει· „ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις;“ Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· „σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτʼ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι.“ Πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.Λύκος πλανώμενός ποτʼ ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· „λέοντʼ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν, πλέθρου τʼ ἔχων τὸ μῆκος; οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι;“ λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθιʼ· ὁ δʼ ἐβόησε μετανοῶν· „οἴησις ἡμῖν πημάτων παραιτία.“Λύκος, τῶν λοιπῶν λύκων στρατηγήσας, πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνʼ, ὅ,τι τις αὐτῶν δηποτοῦν κυνηγήσῃ, εἰς μέσον ἀγάγῃ, καὶ μοιράσῃ τοῖς πᾶσι. Ταῦτʼ οὖν ὄνος ἀκηκοὼς, τὴν χαίτην ἔσεισε καὶ γελῶν ἔφη τάδε· „καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων· ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν, κοίτῃ παρέθου τῇ ἰδίᾳ λαθραίως εἰς τροφήν σοι; κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν.“ Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους. Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες, ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν, οὐκ ἐμμένουσιν.Λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον, ἐγγὺς προσελθὼν „ἡλίκος“ ἔφη „ἄν ἦν ὑμῖν θόρυβος, εἰ ἐγὼ τοῦτο ἐποίουν;“Λύκος, ἀκολουθῶν ποίμνῃ προβάτων, οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατʼ ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδʼ ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρʼ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην, ἔφη· „ἀλλʼ ἐγὼ δίκαια πέ πονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;“ Οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.Λύκος, ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων, ἐβέβλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραῤῥέοντος αὐτῷ ποταμοῦ κομίσαι.„ Εἰ γὰρ σύ μοι“ φησὶ “ δώσεις ποτὸν, ἐγὼ τροφὴν ἐμαυτῷ εὑρήσω Τὸ δὲ ὑποτυχὸν ἔφη· „ἀλλʼ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ.“ Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον, διʼ ὑποκρίσεως ἐνεδρεύοντα.Μεθύων λύχνος [ἐν] ἐλαίῳ καὶ φέγγων, ἐκαυχᾶτο, ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· „φαῖνε λύχνε καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει.“ Ὅτι οὐ δεῖ τινα ἐν τοῖς λαμπροῖς καὶ τῇ δόξῃ τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηται, ξένα τυγχάνει.Μάντις, ἐπʼ ἀγορᾶς καθήμενος, διελέγετο. Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος „ὦ οὖτος,“ εἶπεν „ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“ Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους.Μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία, καὶ ἐδέοντο, ὅπως ἰσχὺν παράσχηται αὐταῖς, τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτὰς, ἡνίκα ἄν τινα τύπτωσι, τὸ κέντρον ἀποβάλλειν, μετὰ δὲ τοῦτο καὶ σωτηρίας στερίσκεσθαι.“ Ὁ λόγος ἂν ἁρμόσειε πρὸς ἄνδρας βασκάνους, οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσι.Μέλισσα, πάλαι μήτηρ κηρίων οὖσα, ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι, προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης, συνετάξατο αὐτῇ δοῦναι, ὃ ἂν αἰτήσῃ. δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· „ὦ θεὲ λαμπρὲ καὶ κτιστὰ ἐμοῦ τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵνα, ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγώ φονεύω.“ Ἀπειρηκὼς δὲ ὁ Ζδεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τὸ τῶν ἀνθρώπων γένος πάνυ, ἔφησε τῇ μελίσσῃ τοιάδε· „οὐχ ὡς ᾔτησας, οὕτως γενήσεταί σοι, ἀλλʼ ἐάν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ προσκρούσῃς αὐτῷ καὶ πλήξῃς, αὐτὴ μᾶλλον τεθνήξῃ, ἐκβληθέντος σου τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ὑπάρχει τὸ κέντρον. Ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσιν οὐ δεῖ κατὰ τῶν ἐχθρῶν τι ἐξαιτεῖσθαι κακόν· ὃ γὰρ ἂν κακὸν κατʼ αὐτῶν ἐξαιτήσῃς, ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ὁ Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν αἰτήσηται. Ἡ δʼ εἶπε· „δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσοι ἆραι, ἀναιρῶ τοῦτον. Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τούς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν. Τοιοῦτον δʼ ἔδωκεν, ὡς αὐτὴν ἀποθνήσκειν ἅμα τῷ πλῆξαι· ζωὴ γὰρ αὐτῆς ἐστι πετομένης τὸ κέντρον.