Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου, καὶ λέγοντος, ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεὺς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· „ἀλλʼ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσία γενέσθαι, ὑπὸ σοῦ διαφθαρῆναι. Ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.Λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλʼ ἠθέλησε μετʼ εὐλόγου αἰτίας τοῦτον φαγεῖν. Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα· „πέρυσι σὺ πολλὰ καθύβρισάς με.“ Ὁ δὲ πρὸς αὐτὸν θρηνῳδῶν ἀνεβόα· „ἔγωγʼ οὐκ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ.“ Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν· „τὴν ἄρουράν μου νέμῃ.“ Ὁ δʼ ἀρνὸς ἔφη· “ἀκμὴν τροφὴν οὐκ εἶδον. Πάλιν ὁ λύκος· “ἐκ τῆς πηγῆς μου πίνεις.“ Ὁ δὲ „οὔπω πέπωκα ὕδωρ“ προσεῖπεν αὐτῷ· „τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου.“ Ὁ δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν· „ἀλλʼ ἐμὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν λύεις.“ Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἠβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ, καὶ πίνειν αὐτὸν οὐκ ἐῶντα. Τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει, καὶ ἄλλως οὐ δυνατὸν, αὐτοῦ ἑστῶτος κάτω, ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· „ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.“ Εἰπόντος δὲ ἐκείνου, μηδέπω τότε γεννηθῆναι, ὁ λύκος ἔφη πρὸς αὐτόν· „κἂν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι.“ Ὁ λόγος δηλοῖ, ὅτι οἷς πρόθεσίς ἐστιν ἀδικεῖν, παρʼ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.Λύκος λιμώττων περιῄει ζητῶν τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος, καὶ γραὸς λεγούσης αὐτῷ· „παῦσαι τοῦ κλαίειν· εἰ δὲ μὴ, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ.“ Οἰόμενος δὴ ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δʼ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον, καὶ λεγούσης αὐτῷ· „ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. Ταῦτα ἀκούσας ὁ λύκος, ἐπορεύετο λέγων· „ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν.“ Ὁ μῦθος πρὸς ἀνθρώπους, οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Ὡς δὲ ἐγένετο κατά τινα τόπον, ἀκούσας γραὸς παιδὶ κλαίοντι ἀπειλουμένης, ὡς, ἂν μὴ παύσηται, βαλεῖ λύκῳ, οἰόμενος ἀληθεύειν προσέμενεν. Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγένετο, ἀπαλλαττόμενος ἔφη· „ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.“ Ὁ λόγος ἁρμόσει τοῖς μὴ τοῖς λόγοις τὰ ἔργα ἔχουσιν ἑπόμενα.Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι. Ὁ δὲ λύκος, τὴν γραῦν ἀληθεύειν νομίσας, ἐκαρτέρησε μέχρις ἑσπέρας πεινῶν, μηδὲν λαβών. Εἰς δὲ τὴν σύνοικον ἐλθὼν ἠρωτᾶτο, πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί. Ὁ δʼ εἶπε· „πῶς γάρ τις πιστεύσας γυναικί;“Λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐξελεῖν· κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε, καὶ τὸν ὁμολογηθέντα μισθὸν ἐξῄτει. Ὁ δὲ λύκος γελάσας καὶ τοὺς ὀδόντας θήξας φησίν· „ἀρκεῖ σοι καὶ τὸ μόνον σῴαν ἐξελεῖν τὴν κεφαλήν.“ Ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσία τὸ μὴ προσαδικεῖσθαι ὑπʼ αὐτῶν.Λύκου ποτὲ λαιμῷ ὀστέον ἐπάγη· τῇ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῆς προσεπιβαλοῦσα, ἐξανασπάσαι ἐκ τοῦ λαιμοῦ αὐτοῦ τὸ ὀστοῦν Ἠ δὲ ἐκβαλοῦσα τὸν μισθὸν ἐπεζήτει. Γελάσας οὖν ὁ λύκος καὶ τοὺς ὀδόντας θήξας, „ἀρκεῖ σοι“ εἶπεν „ἀντὶ μισθοῦ τοῦτο καὶ μόνον, ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάραν σῴαν μηδὲν παθοῦσαν.“ Ὁ μῦθος πρὸς ἄνδρας δολίους, οἵτινες ἐκ κινδύνων διασωθέντες, τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς.Λύκος, κατά τινα ἄρουραν ὁδεύων, εὗρε κριθάς. Μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. Ἵππῳ δὲ συντυχὼν, [τοῦτον ἐπὶ τὴν ἄρουραν] ἐκεῖ αὐτὸν ἐκάλει, λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπειδὴ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. Καὶ ἵππος ὑποτυχὼν ἔφη· “ἀλλʼ ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.“ Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· „δήσας τίς σʼ ἐξέθρεψε τοῦτον;“ Ὁ δὲ ἔφη· „ κυνηγός.“ “Ἀλλὰ τοῦτο μὴ πάθοι· λύκος (ἔφη) „ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης.“ Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποιμνίου, ἐκόμιζεν αὐτὸ εἰς κοίτην· λέων δὲ αὐτῷ συναντήσας, ἀφείλετο τὸ πρόβατον. Ὁ δὲ πόῤῥωθεν σταθεὶς εἶπεν· „ἀδίκως ἀφείλου τὸ ἐμόν.“ Ὁ δὲ λέων γελάσας ἔφη· „σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;“ Τοὺς ἅρπαγας καὶ πλεονέκτας λῃστὰς, ἐν ἑνὶ πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους, ὁ λόγος ἐλέγχει.