Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην· τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει), ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων. ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον οὖ δεῖξαι ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶτεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις εἶδεν λέγοντα· „τἀμὰ νῦν ταλαντεύῃ· ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.“Οἱ λύκοι τοῖς κυσὶν εἶπον· „Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες, πληγὰς παρʼ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε καὶ τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσι, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιῤῥίπτουσι. Ἀλλʼ ἐὰν πείσησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν, πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.“ Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες, πρότερον τοὺς κύνας διέφθειραν. Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα· κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· „Οἴδατε, τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δʼ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ ἁπάντων οὐκ ἔστι μία καὶ ἴση· ἀλλʼ οἱ μὲν μέλανες, οἱ δὲ πυῤῥοὶ, οἱ δὲ λευκοὶ, οἱ δὲ τεφρώδεις. Καὶ πῶς ἄν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;“Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρʼ αὐτῶν τοὺς κύνας, λέγοντες, ἐκείνους τῆς ἔχθρας ὄντας αἰτίους ἐγχειρίζεσθαι δεῖν αὐτοῖς, καὶ εἰρήνην μεταξὺ αὐτῶν γενήσεσθαι. Τὰ δὲ πρόβατα μὴ προβλέποντα τὸ μέλλον ἐξέδωκαν τοὺς κύνας· καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν. Οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.Καθ᾿ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. Τῶν δὲ κυνῶν συμμαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους ἀποσοβούντων,οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες ἔφασαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. Τῶν δὲ προβάτων ὑπʼ ἀνοίας πεισθέντων καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾷστα διέφθειραν.Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις, εἰρήνην ποιῆσαι μετʼ αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι· ἀλλά τις γέρων κριὸς εἶπεν· „πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν ἐστι; Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς διʼ ὅρκων πεισθέντα.Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει αὐτῇ κατωτέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων, ὡς καὶ λειμῶνές (εἰσι) παρʼ αὐτῷ, καὶ ἡ πόα φαιδροτέρα. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· „ἀλλʼ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.“ Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. Ὁ δὲ λύκος ἔφη· „ἐὰν τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ.“ Ἡ δὲ εἶπεν· „εἴθε μή σοι συνήντησα,“ καὶ „μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις,“ καὶ „μήπως πάλιν συναντήσαις μοι.“ Ὅτι ἐν περιστάσει τις ἐμπεσών, καὶ τὰς κεκρυμμέωας τῆς ψυχῆς βουλὰς ἐξάγει.Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο παιδίον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον ἐπεπτώκει, προσελθὼν παρεθάῤῥυνεν αὐτὸ, λέγων ὡς, ἂν τρεῖς λόγους ἀληθεῖς αὐτῷ εἴπῃ, ἀπολύει αὐτό. Καὶ ἀρξάμενος ἔλεγε πρῶτον, μὴ βούλεσθαι αὐτῷ περιτυχεῖν, δεύτερον, παραπλησίως ἡμαρτηκέναι τυφλῷ· τρίτον, „κακοὶ κακῶς ἀπόλοιντο πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφʼ ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς.“ Καὶ ὁ λύκος ἀποδεξάμενος τὸ ἀψευδὲς αὐτοῦ ἀπέλυσεν αὐτό. Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἡ ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δʼ αὐτὸν ἐπεκάλουν· ὁ δʼ ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. κερδὼ δʼ ἐπισκώπτουσα „μὴ φρενωθείην“ ἔφη „τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης· σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ.“ Πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ ἑαυτοὺς ἐπιγινώσκοντας.